Ἐρατοσθένης: ᾿Αστροθεσίαι [ἢ Καταστερισμοί]

 
 

 

Βιβλιοθήκη

Ἐρατοσθένης

᾿Αστροθεσίαι [ἢ Καταστερισμοί]

Κήτους.

Τοῦτό ἐστιν ὃ Ποσειδῶν ἐπέπεμψε Κηφεῖ διὰ τὸ Κασσιέπειαν ἐρίσαι περὶ κάλλους ταῖς Νηρηίσιν. Περσεὺς δ' αὐτὸ ἀνεῖλε, καὶ διὰ τοῦτο εἰς τὰ ἄστρα ἐτέθη ὑπόμνημα τῆς πράξεως αὐτοῦ· ἱστορεῖ δὲ ταῦτα Σοφοκλῆς ὁ τῶν τραγῳδιῶν ποιητὴς ἐν τῇ ᾿Ανδρομέδᾳ.

῎Εχει δὲ ἀστέρας ἐπὶ τοῦ οὐραίου β λαμπρούς, ἀπὸ δὲ τῆς οὐρᾶς ἕως τοῦ κυρτώματος τοῦ κενεῶνος ε, ὑπὸ τὴν κοιλίαν ς· τοὺς πάντας ιγ.

Ποταμοῦ.

Οὗτος ἐκ τοῦ ποδὸς τοῦ ᾿Ωρίωνος τοῦ ἀριστεροῦ τὴν ἀρχὴν ἔχει· καλεῖται δὲ κατὰ μὲν τὸν ῎Αρατον ᾿Ηριδανός· οὐδεμίαν δὲ ἀπόδειξιν περὶ αὐτοῦ φέρει· ἕτεροι δέ φασι δικαιότατον αὐτὸν εἶναι Νεῖλον· μόνος γὰρ οὗτος ἀπὸ μεσημβρίας τὰς ἀρχὰς ἔχει. πολλοῖς δὲ ἄστροις διακεκόσμηται. ὑπόκειται δὲ αὐτῷ καὶ ὁ καλούμενος ἀστὴρ Κάνωβος, ὃς ἐγγίζει τῶν πηδαλίων τῆς ᾿Αργοῦς· τούτου δὲ οὐδὲν ἄστρον κατώτερον φαίνεται, διὸ καὶ Περίγειος καλεῖται.

῎Εχει δὲ ἀστέρας [ἐπὶ τῆς κεφαλῆς α,] ἐπὶ τῇ πρώτῃ καμπῇ γ, ἐπὶ τῇ δευτέρᾳ γ, ἐπὶ τῆς τρίτης ἕως τῶν ἐσχάτων ζ, ἅ φασιν εἶναι τὰ στόματα τοῦ Νείλου· τοὺς πάντας ιγ.

᾿Ιχθύος.

Oὗτός ἐστιν ὁ μέγας καλούμενος ᾿Ιχθύς, ὃν κάμπτειν λέγουσι τὸ ὕδωρ ἀπὸ τῆς τοῦ ῾Υδροχόου ἐκχύσεως· ἱστορεῖται δ' οὗτος, ὡς Κτησίας φησί, πρότερον ἐν λίμνῃ τινὶ κατὰ τὴν Βαμβύκην εἶναι· ἐμπεσούσης δὲ τῆς Δερκετοῦς νυκτός, ἣν οἱ περὶ τοὺς τόπους οἰκοῦντες Συρίαν Θεόν ὠνόμασαν, οὗτος δοκεῖ σῶσαι αὐτήν· τούτου δὲ καὶ τοὺς δύο φασὶν ᾿Ιχθύας ἐγγόνους εἶναι· οὓς πάντας δι' ἐκείνην ᾿Αφροδίτης οὖσαν θυγατέρα καὶ ἐτίμησαν καὶ ἐν τοῖς ἄστροις ἔθηκαν· ποιοῦσι δὲ οἱ τὴν χώραν ἐκείνην κατοικοῦντες χρυσοῦς τε καὶ ἀργυροῦς ἰχθύας καὶ ὡς ἱεροὺς τιμῶσι τελείαν περὶ τοῦ συμπτώματος τιμήν.

῎Εχει δὲ ἀστέρας ιβ, ὧν τοὺς ἐπὶ τοῦ ῥύγχους λαμπροὺς γ.

Θυτηρίου.

Τοῦτό ἐστιν ἐφ' ᾧ πρῶτον οἱ Θεοὶ τὴν συνωμοσίαν ἔθεντο, ὅτε ἐπὶ τὸν Κρόνον ὁ Ζεὺς ἐστράτευσεν, Κυκλώπων κατασκευασάντων ἔχοντος τοῦ πυρὸς κάλυμμα ὅπως μὴ ἴδωσι τὴν τοῦ κεραυνοῦ δύναμιν· ἐπιτυχόντες δὲ τῆς πράξεως ἔθηκαν καὶ αὐτὸ ἐν τῷ οὐρανῷ εἰς μνημόσυνον· ὃ καὶ εἰς τὰ συμπόσια οἱ ἄνθρωποι φέρουσι καὶ θύουσιν οἱ κοινωνεῖν ἀλλήλοις προαιρούμενοι, ἔν τε τοῖς ἀγῶσι καὶ τοῖς ** ὀμνύειν βουλόμενοι ὡς δικαιοτάτην πίστιν τιθέντες καὶ τῇ χειρὶ ἐφάπτονται τῇ δεξιᾷ μαρτύριον εὐγνωμοσύνης τοῦτο ἡγούμενοι · ὁμοίως δὲ καὶ οἱ μάντεις ἐπὶ τούτῳ θύουσιν ὅταν βούλωνται ἀσφαλέστερον ἰδεῖν.

῎Εχει δὲ ἀστέρας ἐπὶ τῆς ἐσχαρίδος β, ἐπὶ τῆς βάσεως β· τοὺς πάντας δ.

 

 

<<<<<