ΜΙΧΑΗΛ ΨΕΛΛΟΥ ΧΡΟΝΟΓΡΑΦΙΑ

Χρονογραφία πονηθεῖσα τῷ πανσόφῳ μοναχῷ Μιχαὴλ τῷ ὑπερτίμῳ͵ ἱστοροῦσα τὰς πράξεις τῶν βασιλέων͵ τοῦ τε Βασιλείου καὶ Κωνσταντίνου τῶν πορφυρογεννήτων͵ τοῦ τε μετ΄ αὐτοὺς Ρωμανοῦ τοῦ Ἀργυροπώλου͵ τοῦ μετ΄ ἐκεῖνον Μιχαὴλ τοῦ Παφλαγόνος͵ τοῦ ἀπὸ καισάρων ἄρξαντος μετ΄ αὐτὸν ἀνεψιοῦ τούτου Μιχαὴλ͵ τῶν ἑξῆς δύο αὐταδέλφων καὶ πορφυρογεννήτων τῆς τε κυρᾶς Ζωῆς καὶ τῆς κυρᾶς Θεοδώρας͵ τοῦ σὺν αὐταῖς Κωνσταντίνου τοῦ Μονομάχου͵ τῆς μονοκρατορίσσης θατέρας τῶν δύο ἀδελφῶν κυρᾶς Θεοδώρας͵ τοῦ μετ΄ ἐκείνην Μιχαὴλ τοῦ Γέροντος͵ τοῦ μετ΄ ἐκεῖνον Ἰσαακίου τοῦ Κομνηνοῦ͵ καὶ ἕως τῆς ἀναρρήσεως Κωνσταντίνου τοῦ Δούκα.

ΤΟΜΟΣ ΠΡΩΤΟΣ

ΒΑΣΙΛΕΙΟΣ Β'

  1. 1.1 Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης ὁ Τζιμισκῆς͵ πολλῶν καὶ ἀγαθῶν αἴτιος τῇ Ρωμαίων ἡγεμονίᾳ γενόμενος καὶ αὐξήσας ταύτην εἰς δύναμιν͵ οὕτω καταλύει τὸν βίον· περιΐσταται δὲ καθαρῶς ἡ βασιλεία εἴς τε Βασίλειον καὶ Κωνσταντῖνον τοὺς τοῦ Ρωμανοῦ παῖδας.
  2. 1.2 ῎Ηστην δὲ ἄμφω ἤδη μὲν παρεληλακότε τὴν ἥβην͵ διαφόρω δὲ τὸ ἦθος· ὁ μὲν γὰρ Βασίλειος͵ ὁ καὶ τὴν ἡλικίαν πρεσβύτερος͵ ἐγρηγορὼς ἀεὶ καὶ σύννους ἐδείκνυτο καὶ πεφροντικώς͵ ὁ δέ γε Κωνσταντῖνος ἀνειμένος τοῖς πᾶσιν ὦπτο͵ ῥᾳθύμως τε τῆς ζωῆς ἔχων καὶ περὶ τὸν ἁβρὸν βίον ἐσπουδακώς. Αὐτοκράτορε μὲν οὖν ἄμφω οὐκ ἐδοκιμασάτην εἶναι͵ ἀλλ΄ ὅτι πρεσβύτερος αὐτῶν ὁ Βασίλειος͵ τὸ πᾶν τῆς ἐξουσίας περιζωσάμενος͵ μόνου τοῦ τῆς βασιλείας ὀνόμα τος τὸν ἀδελφὸν ἐκληρώσατο κοινωνόν· ἐπεὶ οὐδ΄ ἂν ἄλλως ἡ τῆς βασιλείας αὐτοῖς ἀρχὴ διεκυβερνήθη͵ εἰ μὴ τῷ πρώτῳ καὶ ἀκριβεστάτῳ ἡ αὐτοκράτωρ ἀπεκληρώθη διοίκησις. Καὶ θαυμάσειεν ἄν τις ἐνταῦθα τὸν Κωνσταντῖνον͵ ὅτι ἐξὸν κατ΄ ἰσομοιρίαν τὸν πατρῷον κλῆρον͵ τὴν ἡγεμονίαν φημί͵ τῷ ἀδελφῷ διανείμασθαι͵ ὁ δὲ τοῦ πλείονος αὐτῷ παρακεχω ρήκει͵ καὶ ταῦτα νεώτατος ὢν͵ ὅτε μάλιστα ὁ τῆς φιλαρχίας ἀνάπτεται ζῆλος͵ καὶ οὐδὲ τὸν ἀδελφὸν ὁρῶν ὑπὲρ τὴν τελείαν ἡλικίαν γενόμενον͵ ἀλλ΄ ἀρτίχνουν ἤδη καὶ πρῶτον͵ ὅ φασιν͵ ὑπηνήτην. Τοιούτων μὲν οὖν ἐγκωμίων ἐκ προοι μίων ἀξιούσθω ὁ Κωνσταντῖνος.
  3. 1.3 Ὁ δέ γε Βασίλειος ἤδη τὴν τῶν Ρωμαίων ἡγεμονίαν περιζωσάμενος͵ ἐβούλετο μὲν μηδένα κοινωνὸν ἔχειν τῶν φροντισμάτων͵ μηδὲ περὶ τῶν κοινῶν διοικήσεων σύμβουλον. Οὐκ εἶχε δὲ θαρρεῖν ἑαυτῷ͵ οὐδέπω πεῖραν εἰληφότι οὔτε τῶν στρατιωτικῶν καταλόγων οὔτε τῆς πολιτικῆς εὐνομίας· διὰ ταῦτα πρὸς τὸν παρακοιμώμενον ἀπεῖδε Βασίλειον. Ὁ δὲ ἀνὴρ οὗτος ἀξίωμα μέγιστον τῇ βασιλείᾳ Ρωμαίων ἐτύγχανε γεγονὼς͵ κατά τε φρονήματος ὄγκον͵ καὶ σώματος μέγεθος͵ καὶ μορφὴν τυράννῳ προσήκουσαν· φὺς δὲ ἐκ τοῦ αὐτοῦ πατρὸς τῷ τοῦ Βασιλείου καὶ Κωνσταντίνου πατρὶ͵ τὰ ἐς μητέρα διήλλαττε· διὰ ταῦτα καὶ ἐκ πρώτης εὐθὺς ἡλικίας ἀποτέτμητο͵ ἵνα μὴ μᾶλλον ὁ ἐκ τῆς ἡμιγάμου τῶν γνησιωτά των τὸ πρωτεῖον εἰς τὴν ἀρχὴν ἀπενέγκηται. Ἔστεργεν οὖν οὗτος τὰ ἐκ τῆς τύχης͵ καὶ τοῦ βασιλείου καὶ οἰκείου γένους ἐξήρτητο· προσέκειτο δὲ μάλιστα τῷ ἀνεψιῷ Βασιλείῳ καὶ ἠγκαλίζετο οἰκειότατα͵ καὶ ὡς εὔνους ἐτιθηνεῖτο τροφεύς. Διὰ ταῦτα καὶ ὁ Βασίλειος τὸν ὄγκον αὐτῷ τῆς ἀρχῆς ἀναθέμενος͵ αὐτὸς πρὸς τὴν ἐκείνου ἐπαιδοτριβεῖτο σπου δήν· καὶ ἦν ὁ μὲν παρακοιμώμενος οἷον ἀθλητὴς καὶ ἀγω νιστὴς͵ ὁ δὲ βασιλεὺς Βασίλειος θεωρὸς͵ οὐχ ὅπως ἐκεῖνον στεφανώσειεν͵ ἀλλ΄ ὡς αὐτὸς δραμεῖται καὶ ἀγωνίσηται κατ΄ ἴχνος ἐκείνῳ τὴν ἀγωνίαν τιθέμενος. Πάντα οὖν ἐντεῦθεν ὑπήκοα τῷ Βασιλείῳ ἐτύγχανεν ὄντα͵ καὶ πρὸς αὐτὸν καὶ τὸ πολιτικὸν ἑώρα͵ καὶ τὸ στρατιωτικὸν ἀπονενεύκει· καὶ πρῶτος αὐτὸς͵ ἢ καὶ μόνος͵ τῆς τε συνεισφορᾶς τῶν δημοσίων ἐφρόντιζε καὶ τῆς τοῦ κοινοῦ διορθώσεως· ἐδίδου δὲ ἐπὶ πᾶσι τὴν γλῶτταν καὶ τὴν χεῖρα ὁ βασιλεὺς͵ τὰ μὲν συνηγορῶν ἐκείνῳ͵ τὰ δὲ καὶ ἐν γράμμασι βεβαιῶν.
  4. 1.4 Τοῖς μὲν οὖν πολλοῖς ὅσοι τῶν καθ΄ ἡμᾶς τεθέανται τὸν βασιλέα Βασίλειον͵ στρυφνὸς οὗτος δοκεῖ καὶ τὸ ἦθος ἀπεξεσμένος͵ δύσοργός τε καὶ οὐ ταχὺ μεταβάλλων͵ μέτριός τε τὴν δίαιταν καὶ τὸ ἁβρὸν ἐκ παντὸς ἐκτρεπόμενος· ὡς δὲ ἐγὼ τῶν ἀρχαιολογούντων περὶ αὐτὸν ξυγγραφέων ἤκουσα͵ οὐ πάνυ τι τοιοῦτος τὸ κατ΄ ἀρχὰς ἦν͵ ἀλλ΄ ἐξ ἀνειμένου βίου καὶ τρυφηλοῦ εἰς τὸ σύντονον μετεβάλετο͵ τῶν πραγμάτων οἷον ἐπιστυψάντων αὐτῷ τὸ ἦθος͵ καὶ τὸ μὲν διερ ρυηκὸς τονωσάντων͵ συντεινάντων δὲ τὸ χαῦνον καὶ τὴν ὅλην αὐτῷ μεταβαλόντων ζωήν. Ἐπεὶ τά γε πρῶτα καὶ ἀπαρακαλύπτως ἐκώμαζε καὶ θαμὰ ἤρα καὶ συσσιτίων ἐφρόντιζε͵ βασιλικάς τε ῥᾳθυμίας καὶ ἀναπαύλας ἑαυτῷ ἀπεμέτρει͵ καὶ τῆς τε νεότητος͵ τῆς τε βασιλείας ὅσον εἰκὸς παραπέ λαυεν· ἀφ΄ οὗ δὲ ὁ Σκληρὸς ἐκεῖνος͵ καὶ ὁ μετ΄ ἐκεῖνον Φωκᾶς͵ καὶ αὖθις ὁ πρῶτος τρίτος ἐγεγόνει͵ καὶ οἱ λοιποὶ βασιλειᾶν ἤρξαντο͵ καὶ ἐξ ἑκατέρων αὐτῷ τῶν μερῶν ἀντανέστησαν͵ ὅλοις ἱστίοις ἀπενεχθεὶς τῆς τρυφῆς͵ ὅλῳ πνεύ ματι ἀντείχετο τῆς σπουδῆς· ἐπιγενόμενος γὰρ τοῖς ἐγγύθεν αὐτῷ τὴν ἡγεμονίαν παρειληφόσιν͵ ἅπαν εὐθὺς ἄρδην τὸ ἐκείνων γένος ἀπολλύειν ἐπικεχείρηκε.

    Περὶ τῆς ἀποστασίας τοῦ Σκληροῦ.

  5. 1.5 Διὰ ταῦτα οἱ ἐκείνων ἀνεψιαδεῖς πολέμους κατ΄ αὐτοῦ σφοδροὺς ἀνερρίπισαν· καὶ πρῶτός γε ὁ Σκληρὸς͵ ἀνὴρ καὶ βουλεύσασθαι ἱκανὸς καὶ καταπράξασθαι περι δέξιος͵ πλοῦτόν τε περιβεβλημένος͵ μέγα ἀρκοῦντα τυράννῳ͵ καὶ δυναστείας ἔχων ἰσχὺν͵ πολέμους τε μεγάλους κατωρθωκὼς͵ καὶ τὸ στρατιωτικὸν ἅπαν συννεῦον ἔχων πρὸς τὸ ἐκείνου βούλημα. Οὗτος τοιγαροῦν πολλοὺς συναιρομένους ἔχων τῇ τυραννίδι͵ πρῶτος τὸν κατὰ τοῦ Βασιλείου τεθάρ ρηκε πόλεμον͵ καὶ πᾶσαν ἐπ΄ αὐτῷ ἱππικήν τε καὶ πεζικὴν παρήλαυνε δύναμιν͵ καὶ ὡς ἐπὶ προκειμένῳ πράγματι τῇ βασιλείᾳ προῄει τεθαρρηκώς. Τὰ πρῶτα μὲν οὖν ἀπεγνώ κεισαν οἱ περὶ τὸν βασιλέα τὰς σῳζούσας ἐλπίδας͵ τὴν ὁπλιτικὴν πᾶσαν ἰσχὺν τῷ Σκληρῷ ἐγνωκότες συρρεύσασαν· ἔπειτα δὲ συλλεξάμενοι ἑαυτοὺς καὶ περὶ τῶν ὅλων γνωσι μαχήσαντες͵ ὥσπερ ἐν ἀπόροις πόρον εὑρηκέναι ᾠήθησαν͵ καὶ Βάρδαν τινὰ͵ εὐγενέστατον ἄνδρα καὶ γενναιότατον͵ τοῦ βασιλέως Νικηφόρου ἀδελφιδοῦν͵ ἀξιόμαχον περὶ τὸν τυραννήσαντα Σκληρὸν κρίναντες͵ τὰς καταλελειμμένας δυνάμεις φέροντες τούτῳ παρέδωσαν͵ καὶ τοῦ στρατοπέδου παντὸς ἡγεμόνα πεποιηκότες͵ ἀντιστησόμενον τῷ Σκληρῷ ἐκπεπόμφασιν.
  6. 1.6 Ἐπεὶ δὲ καὶ περὶ τούτῳ οὐδὲν ἔλαττον τοῦ Σκληροῦ ἐδεδοίκεσαν͵ ἅτε βασιλείου τυγχάνοντι γένους͵ καὶ οὐδὲν σμικροπρεπῶς ἐννοησομένῳ περὶ αὑτοῦ͵ περιδύουσι μὲν τὸ πολιτικὸν τῆς περιβολῆς σχῆμα καὶ ὅσον οἶδεν ἡ τυραννὶς͵ τῷ δὲ τῆς ἐκκλησίας κλήρῳ ἐγκαταλέγουσιν͵ εἶτα δὴ καὶ φρικώδεσιν ὅρκοις καταλαμβάνουσιν τοῦ μὴ ἀποστασίας ἁλῶναί ποτε ἢ παραβάσεως τῶν ὠμοσμένων· οὕτω γοῦν αὐτὸν ἐξεγγυησάμενοι μετὰ πασῶν ἐκπεπόμφασι τῶν δυνά μεων.
  7. 1.7 ῏Ην δ΄ ὁ ἀνὴρ οὗτος͵ ὡς ὁ λόγος ἔχει͵ τὴν μὲν γνώμην ἐς τὸν θεῖον ἀναφέρων καὶ βασιλέα͵ συννενεφὼς ἀεὶ καὶ ἐγρηγορὼς͵ καὶ πάντα προϊδεῖν καὶ συνιδεῖν ἱκανὸς͵ πολεμικῶν τε τεχνασμάτων οὐδενὸς ἀδαὴς͵ ἀλλὰ πάσαις μὲν τειχομαχίαις͵ πάσαις δὲ λοχίσεσι καὶ ταῖς ἐκ παρα τάξεως ἀγωνίαις ἐθὰς͵ τὰς δὲ διὰ χειρὸς πράξεις δραστικώτερος ἐκείνου καὶ γενναιότερος· ὁ γάρ τοι πληγὴν παρ΄ ἐκείνου δεξάμενος εὐθέως ἀφῄρητο τὴν ψυχήν· κἂν πόρρω θεν ἐπεβόησεν͵ ὅλην συνετάραττε φάλαγγα. Οὗτος τοιγα ροῦν τὰς ὑπ΄ αὐτὸν διελὼν δυνάμεις καὶ εἰς λόχους ἐγκατατάξας͵ οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις τὴν ἀντικειμένην εἰς φυγὴν ἔτρεψε φάλαγγα͵ καὶ τοῦτο πλήθει τῶν ἀντιτεταγ μένων· τοσοῦτον δὲ τῶν ἐναντίων ἐλάσσων ἐτύγχανεν ὢν͵ ὅσῳ τῇ τέχνῃ καὶ τοῖς στρατηγήμασι κρείττων ἐδόκει καὶ γενναιότερος.
  8. 1.8 Ἐθάρρησαν γοῦν ποτε πρὸς ἀλλήλους καὶ οἱ τῶν ἀντικειμένων ἡγεμόνες ταγμάτων καὶ μονομαχῆσαι ἐκ συνθήματος εἵλοντο· καὶ μέντοιγε συνελάσαντες εἴς τι μεταίχμιον͵ εἶδόν τε ἀλλήλους καὶ ἐν συμβολαῖς εὐθὺς ἐγεγόνεισαν. Καὶ πρῶτός γε ὁ τυραννεύων Σκληρὸς͵ οὐκ ἐπισχὼν ἑαυτὸν τῆς ὁρμῆς͵ ἀλλ΄ εὐθὺς νόμους ἀγωνίας παραβεβηκὼς͵ ὁμοῦ τε ἀγχοῦ τῷ Φωκᾷ ἐγεγόνει καὶ παίει τοῦτον ὡς εἶχε κατὰ κεφαλῆς͵ δυναμώσας τὴν χεῖρα τῇ φορᾷ τῆς ὁρμῆς· καὶ ὁ πεπληγὼς πρὸς τὸ ἀδόκητον τῆς πληγῆς βραχύ τι τοῦ χαλινοῦ γεγονὼς ἀκρατὴς͵ αὖθις συνηθροίκει τοὺς λογισμοὺς͵ καὶ κατὰ ταὐτοῦ μέλους τὸν πλήξαντα παίσας͵ τῆς πολεμικῆς ὁρμῆς ἔπαυσε καὶ φυγεῖν παρεσκεύασεν.
  9. 1.9 Αὕτη τελεωτέρα κρίσις καὶ δημοτελεστέρα ἀμφοῖν ἔδοξε· καὶ ὁ Σκληρὸς τοῖς ὅλοις ἐξαπορηθεὶς͵ καὶ μήτε πρὸς τὸν Φωκᾶν ἀντιστῆναι ἔτι δυνάμενος͵ προσδραμεῖν τε τῷ βασιλεῖ αἰσχυνόμενος͵ βουλὴν βουλεύεται οὔτε συνετω τάτην οὔτε ἀσφαλεστάτην· ἀπάρας γὰρ ἐκ τῶν Ρωμαϊκῶν ὁρίων εἰς τὴν τῶν Ἀσσυρίων μετὰ πασῶν αὐτοῦ τῶν δυνάμεων συνήλασε γῆν͵ καὶ δῆλον αὑτὸν καταστήσας Χοσρόῃ τῷ βασιλεῖ͵ εἰς ὑποψίαν ἐκίνησεν· οὗτος γὰρ τό τε πλῆθος φοβηθεὶς τῶν ἀνδρῶν͵ ἴσως δὲ καὶ ὑποπτεύσας τὴν ἀθρόαν ἔφοδον͵ δεσμώτας πεποιηκὼς ἐν ἀσφαλεῖ κατεῖχε φρουρᾷ.

    Περὶ τῆς ἀποστασίας Βάρδα τοῦ Φωκᾶ.

  10. 1.10 Ὁ δέ γε Φωκᾶς Βάρδας τῷ βασιλεῖ Ρωμαίων ἐπαναζεύγνυσι͵ καὶ τῆς τε τροπαιοφόρου ἐτετυχήκει πομ πῆς͵ τοῖς τε περὶ τὸν βασιλέα συναρίθμιος ἐτύγχανεν ὤν. Οὕτω μὲν οὖν ἡ πρώτη τυραννὶς καταλέλυται͵ καὶ ὁ βασιλεὺς Βασίλειος ἀπηλλάχθαι πραγμάτων ἔδοξε· ἡ δὲ δόξασα αὕτη κατάλυσις ἀρχὴ πολλῶν ὠδίνων οὖσα ἐτύγχανεν. Ὁ γάρ τοι Φωκᾶς πρῶτα μὲν μειζόνων ἀξιωθεὶς͵ ἔπειτα ἐλαττόνων͵ καὶ αὖθις ὑπορρεούσας αὐτῷ τὰς ἐλπίδας ὁρῶν͵ ἅμα δὲ καὶ μὴ προδεδωκέναι τὴν πίστιν οἰόμενος͵ ἐπὶ ῥητοῖς προσβᾶσαν καὶ φυλαχθεῖσαν͵ σὺν τῷ κρατίστῳ μέρει τοῦ στρατοπέδου βαρυτέραν τε καὶ χαλεπωτέραν κατὰ τοῦ Βασιλείου τυραννίδα ἀνίστησι· καὶ τὰ πρῶτα γένη τῶν τότε δυναμένων ἀναρτησάμενος͵ καὶ εἰς ἀντίπαλον μοῖραν ἀπο κριθεὶς͵ στράτευμά τε Ἰβηρικὸν ἀπολεξάμενος ἑαυτῷ (ἄνδρες δὲ οὗτοι τό τε μέγεθος εἰς δέκατον πόδα ἀνεστηκότες καὶ τὴν ὀφρὺν σοβαρὰν ἕλκοντες)͵ οὐκ ἔτι ἐν ὑπο νοίαις͵ ἀλλὰ μετὰ τῆς βασιλικῆς τιάρας καὶ τοῦ ἐπισήμου χρώματος τὴν τυραννικὴν στολὴν ἀμφιέννυται.
  11. 1.11 Εἶτα γίνεταί τι τοιοῦτον· πόλεμός τις ἀλλόφυλος καταλαμβάνει τὸν Βαβυλώνιον͵ ᾧ προσπεφευγότες οἱ περὶ τὸν Σκληρὸν͵ ὥσπερ δήπου ὁ λόγος ἐγνώρισε͵ ἀντιστρόφους εὕροντο τὰς ἐλπίδας͵ καὶ ὁ πόλεμος βαρὺς καὶ δεινὸς καὶ πολλῶν δεόμενος τῶν ἀντιστησομένων χειρῶν καὶ δυνάμεων· καὶ ἐπειδὴ οὐκ εἶχεν οὗτος τῷ οἰκείῳ μόνῳ στρατοπέδῳ θαρρεῖν͵ ἐπὶ τοὺς φυγάδας τίθεται τὰς ἐλπίδας͵ καὶ λύει μὲν εὐθὺς τῶν δεσμῶν͵ ἐξάγει δὲ τῆς φρουρᾶς͵ ὁπλίζει τε καρτερῶς͵ καὶ κατ΄ εὐθὺ τῆς ἐναντίας ἵστησι φάλαγγος. Οἳ δὲ͵ ἅτε γενναῖοι ἄνδρες καὶ μάχιμοι͵ καὶ τάξεις εἰδότες ὁπλιτικὰς͵ ἑκατέρωθεν διαστάντες͵ εἶτα δὴ ἀθρόον ἐξιππα σάμενοι καὶ τὸ ἐνυάλιον ἀλαλάξαντες͵ τοὺς μὲν αὐτοῦ κτεί νουσι͵ τοὺς δὲ τρέψαντες εἰς φυγὴν͵ εἶτ΄ ἄχρι τοῦ χάρακος ἐξελάσαντες͵ ἄρδην ἅπαντας ἀνῃρήκασιν· ἀναζευγνύντες δὲ͵ ὥσπερ ἐκ ταὐτοῦ συνθήματος τῆς ψυχῆς͵ πρὸς φυγὴν ἐτρέψαντο ἑαυτούς· ἐδεδοίκεσαν γὰρ αὖθις τὸν βάρβαρον͵ ὡς οὐ δεξιῶς τούτοις προσενεχθησόμενον͵ ἀλλὰ πάλιν ἐν πέδαις καθείρξοντα. Κοινῇ γοῦν ἀνὰ κράτος φεύγοντες͵ ἐπειδὴ πλεῖστον τῆς Ἀσσυρίων ἀπεληλύθεισαν γῆς͵ καὶ ἡ φυγὴ καταφανὴς τῷ βαρβάρῳ ἐγένετο͵ τοῖς ἐπιτυχοῦσι τότε τοῦ συνηθροισμένου στρατεύματος τὴν ἐπιδίωξιν αὐτῶν ἐγκελεύεται· καὶ πολύ τι πλῆθος κατὰ νώτου τούτοις συνεισπεσόντες͵ ἔγνωσαν ὅσῳ τῷ μέτρῳ τῆς τῶν Ρωμαίων ὑστεροῦσι χειρός· οἱ γάρ τοι φυγάδες ἀθρόον τοὺς χαλινοὺς στρέψαντες͵ καὶ ἐλάττους πρὸς πολλαπλασίους ἀγωνιζό μενοι͵ βραχυτέρους ἑαυτῶν τοὺς καταλελειμμένους πρὸς τὴν φυγὴν πεποιήκασιν.
  12. 1.12 Ὁ μὲν οὖν Σκληρὸς τυραννεύσειν τε αὖθις ᾤετο καὶ τὰς ὅλας καθέξειν δυνάμεις͵ ἀνακεχωρηκότος τε τοῦ Φωκᾶ ἤδη καὶ πάσης τῆς βασιλείου διασκεδασθείσης δυνά μεως· ἐπεὶ δὲ πρὸς τοῖς Ρωμαϊκοῖς ὁρίοις γενόμενος͵ τὸν Φωκᾶν ἐμεμαθήκει βασιλειῶντα͵ ἐπειδὴ οὐχ οἷός τε ἦν καὶ τῷ βασιλεῖ μάχεσθαι͵ τὸν μὲν καὶ αὖθις ὑβρίσας͵ τῷ δὲ μετὰ τοῦ ἐλάττονος προσεληλυθὼς σχήματος͵ ἐκεῖνον μὲν τῶν πρωτείων ἠξίωσε͵ αὐτὸς δὲ μετ΄ ἐκεῖνον ὡμολόγησε τάτ τεσθαι· εἶτα δὴ διχῇ διελόμενοι τὰς δυνάμεις͵ μακρῷ τὴν τυραννίδα εὐσθενεστέραν εἰργάσαντο. Οἳ μὲν οὖν τάξεσι καὶ παρεμβολαῖς ἐπεποίθεσαν͵ καὶ μέχρι τῆς Προποντίδος καὶ τῶν παραλίων ἐν ταύτῃ χωρίων κατεληλύθεσαν͵ ἐπ΄ ἀσφαλοῦς τοὺς χάρακας θέμενοι͵ καὶ μονονοὺ ὑπεράλλεσθαι καὶ αὐτὴν ἐπιχειροῦντες τὴν θάλασσαν.
  13. 1.13 Ὁ δὲ βασιλεὺς Βασίλειος τῆς τῶν Ρωμαίων ἀγνωμοσύνης κατεγνωκὼς͵ ἐπειδήπερ οὐ πρὸ πολλοῦ ἀπὸ τῶν ἐν τῷ Ταύρῳ Σκυθῶν λογὰς πρὸς αὐτὸν ἐφοίτησεν ἀξιόμαχος͵ τούτους δὴ συγκροτήσας͵ καὶ ξενικὴν ἑτέραν ξυλλοχισάμενος δύναμιν͵ κατὰ τῆς ἀντικειμένης ἐκπέμπει φάλαγγος· οἳ δὴ καὶ ἐκ τοῦ παρ΄ ἐλπίδας ἐπιφανέντες αὐτοῖς͵ οὐ πρὸς μάχην διεγηγερμένοις͵ ἀλλὰ πρὸς μέθην κατακεκλιμένοις͵ οὐκ ὀλίγους τε αὐτῶν ἀνῃρήκασι καὶ τοὺς καταλελειμμένους ἄλλους ἀλλαχόσε διέσπειραν· συνίσταται δὲ καὶ πρὸς αὐτὸν τὸν Φωκᾶν στάσις αὐτοῖς καρτερά.
  14. 1.14 Συμπαρῆν δὲ τῷ τῶν Ρωμαίων στρατῷ καὶ ὁ βασιλεὺς Βασίλειος ἄρτι γενειάζων καὶ τὴν πρὸς τοὺς πολέμους ἐμπειρίαν λαμβάνων· ἀλλ΄ οὐδὲ ὁ ἀδελφὸς αὐτοῦ Κωνσταντῖνος ἀπῆν τῆς παρεμβολῆς· ἀλλὰ καὶ οὗτος θώρακά τε περιβαλλόμενος καὶ δόρυ μακρὸν ἐπισείων͵ μέρος τῆς φάλαγγος ἦν.
  15. 1.15 Αἱ μὲν οὖν τάξεις εἱστήκεσαν ἑκατέρωθεν͵ ἀπὸ μὲν τῶν παραλίων μερῶν ἡ βασιλικὴ͵ ἀπὸ δὲ τῶν ὑψηλοτέρων ἡ τυραννικὴ͵ καὶ πολὺ μεταξὺ τὸ μεταίχμιον. Ὁ τοίνυν Φωκᾶς͵ ὡς καὶ τοὺς βασιλεῖς διατεταγμένους ἐμεμαθήκει εἰς τὴν παράταξιν͵ οὐκ ἔτι ἐν ἀναβολαῖς τοῦ μάχεσθαι ἦν͵ ἀλλὰ τὴν ἡμέραν ἐκείνην κρίσιν τοῦ πολέμου δημοτελῆ ἔθετο͵ καὶ τῷ τῆς τύχης ἑαυτὸν ἐπέτρεψε πνεύματι· οὐ μὴν κατὰ σκοπὸν τοῖς περὶ αὐτὸν ἐποιεῖτο μάντεσιν· οἳ μὲν γὰρ ἀπεῖργον τοῦ μάχεσθαι͵ τῶν θυμάτων αὐτοῖς τοῦτο δια σαφούντων͵ ὁ δὲ ἀντεπεχείρει ὅλην ἀφιεὶς τὴν ἡνίαν τῷ ἵππῳ. Λέγεται μέντοι καὶ σημεῖα φανῆναί οἱ ἀπαίσια· ὡς γὰρ ἱππάσατο͵ εὐθὺς αὐτῷ διωλισθήκει ὁ ἵππος͵ καὶ ἐπεὶ μετέβη εἰς ἕτερον͵ καὶ οὗτος βραχύ τι προεληλυθὼς ταὐτὸ ἐπεπόνθει· ὅ τε χρὼς αὐτῷ ἐτέτραπτο͵ καὶ ἀχλὺς μὲν τὴν γνώμην͵ δῖναι δὲ τὴν κεφαλὴν διετάραξαν. Ὡς δὲ πρὸς οὐδὲν ἐνδόσιμος ἦν͵ ἅπαξ ἑαυτὸν καταστήσας εἰς τὸν ἀγῶνα͵ ἐπειδὴ ἐνεβεβήκει τῷ μετώπῳ τῆς φάλαγγος͵ καὶ ἤδη που πλησίον τῆς βασιλείου ἐγεγόνει δυνάμεως͵ πεζήν τινα περὶ αὑτὸν συλλεξάμενος δύναμιν͵ Ἰβήρων τοὺς μαχιμωτάτους φημὶ͵ ἀρτιφυεῖς πάντας τὸ γένειον καὶ αὐτὸ δὴ τὸ νεο τήσιον ἀποφύοντας ἄνθος͵ ὑψηλοὺς καὶ ἰσομέτρους ὥσπερ ὑπὸ κανόνα τὸ μέγεθος͵ ξίφει καθωπλισμένους τὴν δεξιὰν καὶ τὴν ὁρμὴν ἀνυποστάτους τυγχάνοντας͵ τούτους δὴ μεθ΄ ἑαυτοῦ ὑφ΄ ἑνὶ κινήσας συνθήματι͵ τῆς φάλαγγος προπηδᾷ͵ καὶ τὸν χαλινὸν ἐνδοὺς σὺν ἀλαλαγμῷ εὐθὺ τοῦ βασιλέως χωρεῖ͵ τῷ δεξιῷ βραχίονι μετέωρον τὴν τοῦ ξίφους ἐπέχων λαβὴν͵ ὡς αὐτίκα τούτῳ τὸν βασιλέα διαχειρισόμενος.
  16. 1.16 Ὁ μὲν οὖν οὕτως καὶ μετὰ τοσούτου θάρσους ἐπὶ τὸν Βασίλειον ᾔει· ὁ δὲ προβέβλητο μὲν τῆς οἰκείας δυνά μεως͵ καὶ ξιφηφόρος εἱστήκει͵ θατέρᾳ δὲ τῶν χειρῶν τὴν εἰκόνα τῆς τοῦ Λόγου μητρὸς διηγκάλιστο͵ καρτερώτατον πρόβλημα τῆς ἀκαθέκτου ἐκείνου ὁρμῆς ταύτην ποιούμενος. Ὁ μὲν οὖν͵ οἷα δή τι νέφος ἀνέμοις σφοδροῖς ἐλαυνόμενον͵ τὸ πεδίον διακυμαίνων διῄει· ἐσηκόντιζον δὲ ἐς αὐτὸν οἱ ἐφ΄ ἑκατέροις ἑστηκότες τοῖς κέρασι͵ βραχὺ δέ τι καὶ ὁ βασιλεὺς Κωνσταντῖνος δόρυ μακρὸν ἐπισείων προῄει τῆς φάλαγγος. Ὡς δ΄ οὐ πολύ τι ἀποσπασθεὶς τῶν οἰκείων δυνάμεων͵ ἀθρόον τῆς ἕδρας ἐξολισθήσας κατὰ γῆς ἔρριπτο͵ ἐπὶ τούτῳ ἄλλος ἄλλῳ λόγος συμφύρεται· οἳ μὲν γὰρ αὐτὸν ὑπὸ τῶν ἀκοντιζόντων βεβλῆσθαί φασι καὶ κατὰ τῶν και ρίων τὴν πληγὴν ὑποστάντα πεσεῖν͵ οἳ δὲ σκότους φασὶν ἀθρόως ὑποπλησθέντα τὴν κεφαλὴν ἔκ τινος περὶ τὴν γαστέρα ταραχῆς καὶ κινήσεως͵ τό τε φρονοῦν ἀπολω λεκέναι καὶ τοῦ ἵππου καταπεσεῖν. Ὁ μέντοιγε βασιλεὺς Κωνσταντῖνος ἑαυτῷ τὴν τοῦ τυράννου ἐμεγαλαύχει ἀναί ρεσιν· ὡς δὲ πολὺς κεκράτηκε λόγος͵ ἐπιβουλῇ τὸ πᾶν ἐγεγόνει͵ καὶ φάρμακον αὐτῷ κερασθὲν καὶ ποθὲν͵ περὶ τὴν κίνησιν ἀθρόον ἀναρραγὲν͵ τόν τε φρονοῦντα τοῦ ἐγκεφάλου τόπον κατέλαβε͵ καὶ τὴν δίνησιν ἐπεποιήκει καὶ τὴν κατά πτωσιν. ῏Ην δὲ τὸ μὲν σύνθημα Βασιλείου͵ ἡ δὲ ἐπίβουλος χεὶρ τοῦ τῷ τυράννῳ οἰνοχοοῦντος· ἐγὼ δὲ ταῦτα μὲν ἐν ἀδήλοις τίθημι͵ τῇ δὲ μητρὶ τοῦ Λόγου τὸ πᾶν ἀνατίθημι.
  17. 1.17 Πίπτει γοῦν ὁ τέως ἄτρωτος καὶ ἀνάλωτος͵ θέαμα ἐλεεινὸν καὶ δακρύων ἄξιον. Εὐθὺς δ΄ οὖν ὡς εἶδον αἱ φάλαγγες ἑκατέρωθεν͵ ἡ μὲν εὐθὺς διαιρεθεῖσα καὶ τὸ τῆς ὁμαιχμίας συνεχὲς διακόψασα͵ ὀπίσω τε ἐγεγόνει͵ καὶ φυγάδες ἅπαντες ὤφθησαν· οἱ δὲ περὶ τὸν βασιλέα͵ εὐθὺς πεσόντι τῷ τυράννῳ ἐπεισπηδήσαντες͵ τῶν Ἰβήρων διασκε δασθέντων͵ πολλαῖς κοπίσι διαμελίζουσι καὶ τὴν κεφαλὴν ἐκτεμόντες τῷ Βασιλείῳ προσάγουσιν.
  18. 1.18 Ἐντεῦθεν ἕτερος ἀνθ΄ ἑτέρου ὁ βασιλεὺς γίνεται͵ καὶ οὐ μᾶλλον αὐτὸν τὸ γεγονὸς εὔφρανεν͵ ἢ ἡ τῶν πραγμά των δεινότης ἠνίασεν· ὕποπτος οὖν εἰς πάντας ὦπτο καὶ σοβαρὸς τὴν ὀφρὺν͵ τάς τε φρένας ὑποκαθήμενος καὶ τοῖς ἁμαρτάνουσι δύσοργος καὶ βαρύμηνις.

    Περὶ τῆς τοῦ παρακοιμωμένου Βασιλείου μετακινήσεως τῶν κοινῶν καὶ ἐξορίας.

  19. 1.19 Οὐκ ἔτι οὖν οὐδὲ παραχωρεῖν τῆς τοῦ κοινοῦ διοικήσεως τῷ παρακοιμωμένῳ Βασιλείῳ ἐβούλετο͵ ἀλλ΄ ἤχθητό τε αὐτῷ καὶ παντοδαπὸς ἦν μισῶν καὶ ἀποστρεφό μενος͵ καὶ οὔτε τὸ γένος͵ οὔτε τὸ πολλὰ ἐκεῖνον ὑπὲρ τού του ποιῆσαί τε καὶ παθεῖν͵ οὔτε ἡ λαμπρότης τοῦ ἀξιώμα τος͵ οὔτε ἄλλο τι τῶν ἁπάντων εἷλκεν αὐτὸν εἰς εὐμένειαν͵ ἀλλὰ δεινὸν ἐποιεῖτο͵ εἰ βασιλεὺς ὢν καὶ εἰς τὴν φρονοῦ σαν ἡλικίαν ἐληλακὼς͵ παραδιοικεῖν ἀξιοῦται τὰ τῆς βασιλείας πράγματα͵ ὥσπερ εἴ τις ἕτερος οὐ βασιλείας ἐπειλημμένος͵ ἀλλὰ παραδυναστεύων ἑτέρῳ καὶ τὰ δευτερεῖα τῆς ἀρχῆς κομιζόμενος. Πολλοῖς δὲ περὶ τούτου κυμαι νόμενος λογισμοῖς καὶ πολλὰς λαμβάνων μεταβολὰς καὶ τροπὰς͵ ἅπαξ ποτὲ τοῦ κρατήσαντος λογισμοῦ γενόμενος͵ ἀφίστησιν καὶ μεθίστησιν ἀθρόως τῆς διοικήσεως τὸν παρακοιμώμενον͵ καὶ ταῦτα͵ οὐ λειότητά τινα τῇ μετα στάσει προμηθευσάμενος͵ ἀλλὰ τὸν ἄγριον τρόπον καὶ ὃν ἄν τις οὐχ ὑπειλήφει· εἰς γὰρ ναῦν ἐμβιβάσας͵ ὑπερόριον ἐποιήσατο.
  20. 1.20 Ἐντεῦθεν οὐ τέλος τῷ Βασιλείῳ ἡ μετάστασις γίνεται τῶν κακῶν͵ ἀλλ΄ ἀρχὴ καὶ ὑπόθεσις· εὐθὺς γὰρ ἀναλύσας ταῖς ἐννοίαις ὁ βασιλεὺς ἐς τὴν πρώτην αὐτῷ τῆς αὐτοκρατορίας ἀρχὴν͵ ἀφ΄ ἧς διοικεῖν ὁ παρακοιμώ μενος ἤρξατο͵ κατέδραμε τὴν ἐκεῖθεν ἐκείνου προμήθειαν͵ καὶ τῶν δρωμένων ὁπόσα μὲν αὐτῷ τε καὶ τῷ δημοσίῳ συντε λοῦντα ἐτύγχανεν οὐκ ἠξίου παραποιεῖν͵ τὸ δ΄ ὅσον εἰς εὐεργετημάτων καὶ ἀξιωμάτων ὄγκον ἔβλεπεν͵ ἀναλύειν ἐπειρᾶτο͵ ἐκεῖνα μὲν συνειδέναι͵ ταῦτα δὲ ἀγνοεῖν διϊσχυριζόμενος͵ καὶ πάντα τρόπον ὁπόσα εἰς κάκωσιν ἐκείνῳ καὶ συμφορὰν ἐμηχανᾶτο ποιεῖν. Ἀμέλει καὶ ἣν ἐκεῖνος ἐδεί ματο λαμπροτάτην μονὴν Βασιλείῳ τῷ πάνυ ἀναθέμενος͵ ἐπώνυμον τῆς ἑαυτοῦ κλήσεως͵ μεγαλοπρεπῶς μὲν κατεσ κευασμένην καὶ πολλῇ δαπάνῃ χειρὸς τὸ ποικίλον μετὰ τοῦ καλοῦ ἔχουσαν͵ ἀφθόνοις δὲ χορηγίαις τὸ πλέον τοῦ αὐτάρ κους ἀποκληρωσαμένην͵ ἐβούλετο μὲν ἐκ θεμελίων καθαι ρήσειν͵ τὸ δὲ τῆς πράξεως ἀναιδὲς εὐλαβούμενος͵ τὸ μὲν ἐκεῖθεν ὑφῄρει͵ τὸ δὲ κατέσειεν͵ τὰ ἔπιπλα͵ τὰς ἐφηρμοσ μένας λίθους͵ τὸ δ΄ ἄλλο τι ποιῶν τοιουτότροπον͵ οὐκ ἀνίει ἄχρις οὗ φροντιστήριον ἰδεῖν͵ χαριεντισάμενος εἰπὼν͵ τὸ μοναστήριον δέδρακε͵ διὰ φροντίδος τιθεμένων τῶν ἐν αὐτῷ͵ ὅπως ἂν ἑαυτοῖς τὰ ἀναγκαῖα πορίσαιντο.
  21. 1.21 Τοιούτοις οὖν ὁ παρακοιμώμενος καθ΄ ἑκάστην τοξεύμασιν βαλλόμενος ὡς εἰπεῖν͵ ἀθυμίας τε ἐνεπίμπλατο͵ καὶ οὐκ εἶχεν ὅπως ἂν ἑαυτῷ τὰς ἀλγηδόνας ἰάσαιτο· παρη γόρει γὰρ αὐτὸν τῶν ὅλων οὐδέν· ὅθεν ἅπαξ ποτὲ ἀθρόον κατασεισθεὶς ὁ ὑπερμεγέθης ἐκεῖνος καὶ νέφους τὴν κεφα λὴν πληρωθεὶς͵ ἀκρατὴς ἑαυτοῦ ἐγεγόνει͵ καὶ τὰ μέλη παραλυθεὶς καὶ νεκρὸς ἔμψυχος γεγονὼς͵ μετὰ βραχὺ καὶ αὐτὴν ἀπέρρηξε τὴν ψυχὴν͵ καὶ γέγονεν ὡς ἀληθῶς στήλη τῷ βίῳ καὶ διήγημα μέγα͵ μᾶλλον δὲ παράδειγμα τῆς τῶν ἐν γενέσει εὐμεταβόλου συγχύσεως. Ὁ μὲν οὖν τὴν ἀποκεκληρωμένην ἐπικλώσας ζωὴν ἀπελήλυθε.
  22. 1.22 Ὁ δὲ βασιλεὺς Βασίλειος τὴν τῆς βασιλείας ἐπιγνοὺς ποικιλίαν͵ καὶ ὡς οὐκ εὐχερὲς πρᾶγμα καὶ ῥᾴδιον τηλίκην ἀρχὴν διοικεῖν͵ γλυκυθυμίας μὲν πάσης ἀπείχετο͵ ἔτι γε μὴν καὶ τῶν περὶ τὸ σῶμα κόσμων καταπεφρονήκει καὶ οὔτε στρεπτοῖς ἐκόσμει τὴν δέρην͵ οὔτε τιάραις τὴν κεφαλὴν͵ ἀλλ΄ οὔτε περιπορφύροις χλαμύσι κατελαμπρύνετο· ἀπεδύσατο δὲ καὶ τοὺς περιττοὺς δακτυλίους͵ ναὶ μὴν καὶ τὰς ποικίλας τῶν ἐσθημάτων βαφάς· σύννους δὲ ἀεὶ καὶ πεφροντικὼς ἦν͵ ὅπως ἂν τὰ τῆς ἀρχῆς εἰς ἁρμονίαν βασιλικὴν συμβιβάσειεν. Ὑπεροπτικῶς δὲ εἶχεν οὐ τῶν ἄλλων μόνων͵ ἀλλ΄ ἤδη καὶ τοῦ ἀδελφοῦ͵ ᾧ δὲ καὶ βραχεῖάν τινα δορυφορίαν περιποιησάμενος͵ τῆς ὑψηλοτέρας καὶ λαμπροτέρας ὥσπερ ἐφθόνει παρασκευῆς· ἑαυτὸν γὰρ πρῶ τον ἀποστενώσας͵ ὡς εἰπεῖν͵ καὶ τῆς ὑπερόγκου ἀποστε ρήσας κατασκευῆς͵ εὐκόλως καὶ τὸν ἀδελφὸν ἐχειροῦτο διὰ τῆς βραχὺ παραλλαττούσης εἰς τὸ χεῖρον ἀρχῆς. Καὶ τοῦτον μὲν χαίρειν ἀφεὶς ἀγρῶν τε χάρισι καὶ λουτρῶν ἀπολαύσεσι καὶ κυνηγεσίοις͵ ὧν ἐκεῖνος ἐφρόντιζεν͵ ἑαυτὸν ἐπὶ τὰ δυστυχοῦντα τῶν ὁρίων ἀφῆκεν͵ ἀνακαθᾶραι τοὺς πέριξ βαρβάρους αἱρούμενος͵ ὁπόσοι τάς τε ἑῴους ἡμῖν λήξεις καὶ τὰς ἑσπερίους περιστοιχίζονται.

    Περὶ τῆς τοῦ Σκληροῦ μετὰ τὴν τοῦ Φωκᾶ σφαγὴν δευτέρας ἀποστασίας.

  23. 1.23 Ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον ἔμελλε κατεργά σασθαι· τὸ γοῦν παρὸν ὁ Σκληρὸς αὐτὸν ἀνεῖργε τῆς κατὰ τῶν βαρβάρων στρατείας͵ ἐφ΄ ἑαυτὸν ἐκεῖνον ἀσχολῶν. Ἀναιρεθέντος γὰρ τοῦ Φωκᾶ͵ τὸ μὲν ἄλλο μέρος τῆς παρατάξεως͵ ὅσον ἐκείνῳ καὶ πρὸ τῆς συμμίξεως ὑπέστρωτο τοῦ Σκληροῦ͵ τὰς ἐπ΄ ἐκείνῳ ἐλπίδας ἀπολωλεκότες διέσ τησάν τε ἀπ΄ ἀλλήλων καὶ τὸν συνασπισμὸν πάντα διαλελύ κασιν· ὁ δέ γε Σκληρὸς καὶ ὅσοι σὺν ἐκείνῳ φυγάδες τε ἐγένοντο καὶ αὖθις ἀνέζευξαν͵ ἐφ΄ ἑαυτῶν διαταξάμενοι καὶ ὥσπερ ἀπερρωγὸς μέρος εἰς ἰσοστάσιον τῷ Φωκᾷ τάξιν ἀποκληρωθέντες͵ ἀντ΄ ἐκείνου τῷ βασιλεῖ αὖθις Βασιλείῳ γεγόνασιν.
  24. 1.24 Οὗτος τοιγαροῦν ὁ ἀνὴρ͵ εἰ καὶ τῆς τοῦ Φωκᾶ χειρὸς καὶ δυνάμεως ἐλάττων ἐδόκει͵ ἀλλὰ τά γε εἰς στρα τηγικωτάτην βουλὴν καὶ παράταξιν δεινότερος ἐκείνου καὶ ποικιλώτερος ἐγνωρίζετο· διὸ ταύτην τὴν ἀποστασίαν εἰς αὖθις ὠδίνας τῷ αὐτοκράτορι͵ ἐς χεῖρας μὲν ἐλθεῖν ἐκείνῳ καὶ συμμῖξαι οὐκ ἐδοκίμασε͵ τὸν δὲ στρατὸν κρατύνων καὶ προσθήκαις ἐπαύξων͵ βαρύτερος ἐντεῦθεν ἐδόκει τῷ βασι λεῖ· οὐ μέχρι δὲ τούτου κατεστρατήγει τὸν αὐτοκράτορα͵ ἀλλὰ καὶ τὰς ναῦς ἐπέχων͵ ὁπόσαι ἐς τὴν πομπείαν ἐτύγχανον ἱκαναὶ͵ ἔτι γε μὴν καὶ τὰς τῶν ὁδῶν ἀποτειχίζων ἐλευθερίας͵ τὰ μὲν ὅσα ἐκεῖθεν εἰς τὰ βασίλεια ἤγετο δαψιλῶς ἀπεθησαύριζε τῷ στρατῷ͵ τὴν δὲ ἀπὸ τῶν βασιλείων ἐκεῖσε διὰ τῶν δημοσίων ἵππων προσταττομένην ἢ ἄλλως διακυβερνωμένην κατάπραξιν͵ πᾶσιν ἀνεῖργεν ἐπι τηρῶν ὄμμασι.
  25. 1.25 Οὐ τοίνυν θέρους ἀρξαμένη ἡ τυραννὶς εἰς τὸν καιρὸν τῆς ὀπώρας κατέληξεν͵ οὐδὲ κύκλος εἷς ἐνιαύσιος τὴν ἐπιβουλὴν περιέγραψεν͵ ἀλλ΄ ἐπὶ πολλοῖς ἔτεσι τουτὶ διεκυμαίνετο τὸ κακόν· οἱ γὰρ ἅπαξ ὑποστρώσαντες ἑαυτοὺς τῷ Σκληρῷ καὶ συμπληρώσαντες ἐκείνῳ τὴν φάλαγγα͵ οὐκ ἔτι διπλοῖς ἐμερίσθησαν λογισμοῖς͵ οὐδὲ πρὸς τὸν βασιλέα τούτων οὐδεὶς λαθὼν ἀπηυτομόλησεν· οὕτως αὐτοὺς εἰς ἀμετάθετον γνώμην συνήρμοσεν ὁ Σκληρὸς͵ εὐνοίαις τε ὑπαγόμενος καὶ εὐεργεσίαις δουλούμενος͵ καὶ συμβιβάζων ἀλλήλοις͵ ἀπὸ τῆς αὐτῆς τε τούτοις σιτούμενος καὶ κοινοῦ μετέχων κρατῆρος͵ ἐξ ὀνόματός τε καλῶν ἕκαστον καὶ δι΄ εὐφήμου γλώττης ποιούμενος.
  26. 1.26 Ὁ μὲν οὖν βασιλεὺς πάσης ἐπ΄ αὐτὸν ἥπτετο σκέψεώς τε καὶ πράξεως͵ ὁ δὲ ῥᾷστα πάντα διέλυε͵ στρατη γικῶς ταῖς ἐκείνου βουλαῖς τε καὶ γνώμαις ἀντιπράττων καὶ ἀντιμηχανώμενος· καὶ ἐπειδὴ πάσαις ἀνάλωτον τοῦτον εἶδε λαβαῖς ὁ Βασίλειος͵ πρεσβείαν πρὸς αὐτὸν ἀπεστάλκει σπείσασθαί τε πείθουσαν καὶ ἀπαλλαγῆναι πραγμάτων͵ τὰ πρῶτα μετά γε τοῦτον τῆς ἀρχῆς ἔχοντα. Ὁ δὲ τὰ μὲν πρῶτα οὐκ εὐμενῶς τοῖς πράγμασιν ἄγαν ὡμίλησεν͵ ἔπειτα πολλοὺς ἑλίξας καθ΄ ἑαυτὸν λογισμοὺς καὶ τοῖς προλαβοῦσι τὰ ἐνεστῶτα συγκρίνας͵ καὶ τὰ μέλλοντα πρὸς ταῦτα εἰκάσας͵ πρὸς ἑαυτόν τε ἀπιδὼν͵ τῷ γήρᾳ καταπονούμενον͵ πείθεται τοῖς πεπρεσβευμένοις͵ καὶ τὸ στρατόπεδον ἅπαν συλλήπτορας εἰς τὴν παραδοχὴν τῆς πρεσβείας συνειληφὼς σπένδεται Βασιλείῳ ἐπὶ τούτοις͵ ὥστε τὸ μὲν στέφος τῆς κεφαλῆς ἀποθέσθαι καὶ ἐπισήμου μεθέσθαι χρώματος͵ εὐθὺς δὲ μετ΄ ἐκεῖνον ἑστάναι͵ καὶ τούς τε λοχαγωγοὺς καὶ τοὺς ἄλλους ὅσοι τῆς τυραννίδος αὐτῷ ἐκοινώνησαν τὰς αὐτὰς ἔχειν ἀρχὰς καὶ τῶν αὐτῶν μέχρι παντὸς ἀπολαύειν ἀξιω μάτων͵ ὧν αὐτὸς τούτους ἠξίωσε͵ καὶ μήτε κτήσεων ἐστε ρῆσθαι ὧν τε εἶχον καὶ ὧν παρ΄ αὐτοῦ προσειλήφασι͵ μήτε τινῶν ἄλλων τῶν προσκεκληρωμένων αὐτοῖς ἀπεστερῆσθαι.
  27. 1.27 Ἐπὶ τούτοις ἄμφω συνεληλυθέτην͵ καὶ ὁ βασι λεὺς ἐξεληλύθει τῆς Πόλεως ἔν τινι τῶν λαμπροτάτων χωρίων ὑποδεξόμενός τε τὸν ἄνδρα καὶ τὰς σπονδὰς ποιη σόμενος· ὁ μὲν οὖν ὑπὸ βασιλικῇ καθῆστο σκηνῇ͵ τὸν δὲ Σκληρὸν πόρρωθεν εἰσῆγον οἱ δορυφοροῦντες ἅμα καὶ εἰς ὁμιλίαν τοῦ βασιλέως προσάγοντες͵ οὐχ ἱππότην͵ ἀλλὰ βάδην μετακομίζοντες· ὁ δὲ͵ ἅτε δὴ εὐμεγέθης͵ ἤδη δὲ καὶ γεγηρακὼς͵ προσῄει χειραγωγούμενος ἑκατέρωθεν. Ὁ δὲ βασιλεὺς πόρρωθεν τὸν ἄνδρα ἰδὼν͵ τοῖς ἀγχοῦ ἐφεστῶσι τοῦτο δὴ τὸ δημῶδες καὶ κοινὸν ἀνεφθέγξατο· Ἰδοὺ ὃν ἐδεδοίκειν͵ οὗτος χειραγωγούμενος ἱκέτης μου πρόσεισιν. Ὁ μὲν οὖν Σκληρὸς͵ εἴτε σπουδάσας͵ εἴτε ἄλλως καταφρονήσας͵ τὰ μὲν ἄλλα παράσημα τοῦ κράτους ἀπέθετο͵ οὐ μέντοιγε καὶ τοὺς πόδας τοῦ φοινικοβαφοῦς πεδίλου ἐγύ μνωσεν͵ ἀλλ΄ ὥσπερ μέρος τῆς τυραννίδος ἑαυτῷ ἐπαφεὶς προσῄει τῷ βασιλεῖ· ὁ δέ γε Βασίλειος͵ καὶ πόρρωθεν ἰδὼν͵ ἐδυσχέρανε καὶ τοὺς ὀφθαλμοὺς ἔβυσε͵ μὴ ἂν ἄλλως τοῦτον ἐθέλων ἰδεῖν͵ εἰ μὴ πάντη ἰδιωτεύσοι τῷ σχήματι· αὐτοῦ γοῦν που πρὸς τῇ τοῦ βασιλέως σκηνῇ ἀπελίττεται καὶ τὸ ἐρυθρὸν πέδιλον ὁ Σκληρὸς͵ καὶ οὕτως ὑπέδυ τὴν στέγην.
  28. 1.28 Καὶ ὁ βασιλεὺς εὐθὺς ἐξανέστη ἰδών· καὶ ἐφιλησάτην ἄμφω ἀλλήλω͵ εἶτα δὴ καὶ διαλόγων πρὸς ἀλλήλους ἡψάσθην͵ ὁ μὲν τῆς τυραννίδος ἀπολογούμενος͵ καὶ αἰτίας τιθεὶς δι΄ ἃς ἐβουλεύσατό τε τὴν ἀποστασίαν καὶ ἔδρασε· ὁ δὲ ὁμαλῶς τὴν ἀπολογίαν δεχόμενος͵ καὶ ἐς δαι μονίαν τύχην ἀναφέρων τὸ πεπραγμένον. Ὡς δὲ καὶ κοινοῦ μετεῖχον κρατῆρος͵ ὁ βασιλεὺς τὴν δεδομένην κύλικα τῷ Σκληρῷ τοῖς οἰκείοις προσαγαγὼν χείλεσι καὶ πιὼν ὅσον δὴ μέτριον͵ αὖθις ἀντιδίδωσι τῷ ἀνδρὶ͵ ὑποψίας ἀπάγων καὶ τὸ τῶν σπονδῶν παραδεικνὺς ὅσιον. Εἶτα δὴ καὶ οἷον στρατη γικὸν ἄνδρα ἠρωτήκει περὶ τοῦ κράτους καὶ ὅπως ἂν αὐτῷ ἀστασίαστος ἡ ἀρχὴ τηρηθείη· ὁ δὲ ἄρα οὐ στρατηγικὴν βουλὴν͵ ἀλλὰ πανοῦργον εἰσηγεῖται γνώμην͵ καθαιρεῖν μὲν τὰς ὑπερόγκους ἀρχὰς͵ καὶ μηδένα τῶν ἐν στρατείαις ἐᾶν πολλῶν εὐπορεῖν͵ κατατρύχειν τε ἀδίκοις εἰσπράξεσιν͵ ἵνα τοῖς ἑαυτῶν ἀσχολοῖντο οἴκοις͵ γυναῖκά τε εἰς τὰ βασίλεια μὴ εἰσαγαγεῖν͵ καὶ μηδενὶ πρόχειρον εἶναι͵ μήτε τῶν ἐν ψυχῇ βουλευμάτων πολλοὺς ἔχειν εἰδήμονας.
  29. 1.29 Ἐπὶ τούτοις διαλελυμένης αὐτοῖς τῆς κοινο λογίας͵ ὁ μὲν Σκληρὸς ἐπὶ τοὺς ἀποτεταγμένους αὐτῷ ἀγροὺς ἀπιὼν καὶ ὀλίγον διαβιοὺς μετήλλαξε τὴν ζωήν· ὁ δὲ βασιλεὺς Βασίλειος τά τε ἄλλα κατὰ πολλὴν ὑπεροψίαν τῶν ὑπηκόων ἔδρα͵ καὶ οὐκ εὐνοίαις μᾶλλον ἢ φόβοις τὴν ἀρχὴν ἑαυτῷ σοβαρωτέραν ὡς ἀληθῶς διετίθετο· τοῖς δὲ ἔτεσι προστιθεὶς καὶ πεῖραν ἁπάντων συνειληφὼς͵ ἀπροσ δεὴς ὥσπερ τῶν σοφωτέρων ἐτύγχανεν ὤν. Αὐτὸς γοῦν ἦρχε καὶ τῶν βουλευμάτων͵ αὐτὸς διετίθη καὶ τὰ στρατό πεδα· τὸ δὲ πολιτικὸν οὐ πρὸς τοὺς γεγραμμένους νόμους͵ ἀλλὰ πρὸς τοὺς ἀγράφους τῆς αὑτοῦ εὐφυεστάτης ἐκυβέρνα ψυχῆς· ὅθεν οὐδὲ προσεῖχε λογίοις ἀνδράσιν͵ ἀλλὰ τούτου δὴ τοῦ μέρους͵ φημὶ δὲ τῶν λογίων͵ καὶ παντάπασι καταπε φρονήκει. Ὅθεν καὶ θαυμάζειν μοι ἔπεισιν͵ ὅτι οὕτως τοῦ βασιλέως κατολιγωροῦντος τῆς περὶ τοὺς λόγους σπουδῆς͵ οὐκ ὀλίγη φορὰ φιλοσόφων καὶ ῥητόρων κατ΄ ἐκείνους τοὺς χρόνους ἐγένετο· μίαν δὲ λύσιν εὑρίσκω τῆς ἀπορίας μου καὶ τοῦ θαύματος ἀκριβεστάτην͵ ὡς εἰπεῖν͵ καὶ ἀληθεστάτην͵ ὅτι μὴ πρὸς ἄλλο τέλος τοὺς λόγους οἱ τότε ἄνδρες μετε χειρίζοντο͵ ἀλλ΄ ἐσπούδαζον περὶ αὐτοὺς ὡς αὐτοτελεῖς· ἀλλ΄ οἱ πολλοὶ παρὰ τὴν παίδευσιν οὐχ οὕτω βαδίζουσιν͵ ἀλλὰ τὸ χρηματίζεσθαι εἰς πρώτην αἰτίαν τῶν λόγων ἀνα φέρουσι͵ μᾶλλον δὲ διὰ τοῦτο τὰ περὶ τοὺς λόγους σπου δάζουσι͵ κἂν μὴ εὐθὺς τὸ τέλος προσῄει͵ ἀφίστανται τῆς ἀρχῆς. Οὗτοι μὲν οὖν ἐρρώσθων.
  30. 1.30 Ὁ δὲ λόγος αὖθις εἰς τὸν βασιλέα ἀναφερέσθω· οὗτος γὰρ͵ ἐπειδὴ καὶ τὸ βάρβαρον ἀνεκάθηρε͵ καὶ τὸ ὑπή κοον͵ ἵν΄ οὕτως εἴπω͵ παντοδαπῶς ἐχειρώσατο͵ οὐκ ἔτι μένειν ἐπὶ τῆς προτέρας ἠξίωσε προαιρέσεως͵ ἀλλὰ τὰ προὔχοντα τῶν γενῶν καθελὼν καὶ εἰς ἶσον τοῖς ἄλλοις καταστήσας͵ κατὰ πολλὴν εὐπέτειαν τὸ κράτος διακυβεύ ων ἐτύγχανε͵ καί τινα λογάδα περὶ αὑτὸν πεποιηκὼς ἀνδρῶν οὔτε τὴν γνώμην λαμπρῶν͵ οὔτε μὴν ἐπισήμων τὸ γένος͵ οὔτε τὰ ἐς λόγους ἐς τὸ ἄγαν πεπαιδευμένων͵ τού τοις καὶ τὰς βασιλείους ἐπιστολὰς ἐνεχείρισε͵ καὶ τῶν ἀπορρήτων κοινωνῶν διετέλει. Ἐπεὶ δὲ ποικίλη τότε οὐκ ἦν ἡ τῶν βασιλέων πρὸς τὰς ὑπομνήσεις ἢ δεήσεις ἀπό κρισις͵ ἀλλ΄ ἀφελὴς καὶ λιτὴ (τοῦ γὰρ κομψῶς καὶ συντε ταγμένως γράφειν ἢ λέγειν ἀπείχετο παντελῶς)͵ τὰ γοῦν ἐπιόντα τῇ γλώττῃ ῥήματα ταῦτα συνείρων τοῖς γράφου σιν ὑπηγόρευε͵ καὶ δεινὸν οὐδὲν ὁ λόγος εἶχεν͵ οὐδὲ περίεργον.
  31. 1.31 Ἀπὸ τοίνυν ὑπερηφάνου καὶ βασκάνου τύχης τὴν βασιλείαν καταβιβάσας͵ οὐ μόνον λείαν ἑαυτῷ τὴν ὁδὸν εὐτρέπισε τῆς ἀρχῆς͵ ἀλλὰ καὶ τὰς ἐξαγωγὰς τῶν διδομένων ἀποφράξας χρημάτων͵ πολυτάλαν ἑαυτῷ τὸν ὄλβον τῆς βασιλείας πεποίηκε͵ τὰ μὲν μὴ διδοὺς͵ τὰ δὲ καὶ προστιθεὶς ἔξωθεν· ἐς γὰρ μυριάδας εἴκοσι ταλάντων ἔμπλεω τὰ τῶν ἀνακτόρων ταμεῖα πεποίηκε. Τὸν δὲ λοιπὸν χρηματισμὸν τίς ἂν εὐπορήσοι τῷ λόγῳ συναγαγεῖν; ὅσα γὰρ ἐν Ἴβηρσί τε καὶ Ἄραψι͵ καὶ ὅσα ἀποτεθησαύριστο εἰς Κελτοὺς͵ ὁπόσα τε ἡ Σκυθῶν εἶχε γῆ͵ καὶ͵ ἵνα συντόμως εἴπω͵ τὸ πέριξ βαρβαρικὸν͵ πάντα ἐς ταὐτὸ συνενηνοχὼς τοῖς βασιλικοῖς ταμείοις ἀπέθετο· ἀλλὰ καὶ τῶν καταστασιάντων αὐτὸν͵ εἶτα δὴ καθαιρεθέντων͵ τὴν ἐν χρήμασιν εὐδαιμονίαν ἐκεῖσε φέρων ἀπεθησαύρισε. Καὶ ἐπεὶ δὴ οὐκ ἤρκεσαν αὐτῷ αἱ τῶν κατεσκευασμένων οἴκων ὑποδοχαὶ͵ ὑπογείους ὀρύξας ἕλικας κατὰ τὰς τῶν Αἰγυπτίων σύριγγας͵ ἐν αὐτοῖς οὐκ ὀλίγα τῶν συνειλεγμένων ἐταμιεύσατο. Ἀπέλαυε δὲ οὐδενὸς͵ ἀλλ΄ οἱ πλείους τῶν λίθων τῶν τε λευκοτάτων οὓς μαργαρίτας φαμὲν͵ καὶ τῶν διαφόροις ἀποστιλβόντων τοῖς χρώμασιν͵ οὐκ ἐν ταινίαις κεκόλληντο ἢ στρεπτοῖς͵ ἀλλ΄ αὐτοῦ που κατὰ γῆς ἐρριμμένοι ἐτύγχανον. Ὁ δὲ πορφυρὰν ἐσθῆτα ἠμφιεσμένος͵ οὐδὲ τὴν κατακόρως ὀξεῖαν͵ ἀλλὰ τὴν μέλαι ναν͵ μαργαρίσι τισὶ τὸ ἐπίσημον ἔχουσαν͵ τάς τε προόδους ἐποιεῖτο καὶ τοῖς τέλεσιν ἐχρημάτιζεν· τὸν δὲ πλεῖστον τῆς ἀρχῆς αὐτοῦ χρόνον στρατεύων͵ καὶ τάς τε τῶν βαρβάρων ἀνείργων ἐπιδρομὰς͵ τά τε ἡμέτερα φρουρῶν ὅρια͵ οὐ μόνον οὐδὲν ἐξεφόρει τῶν ἀποτεθειμένων͵ ἀλλὰ καὶ πολλαπλάσια τὰ συνειλεγμένα ἐδείκνυε.
  32. 1.32 Ἐποιεῖτο δὲ τὰς πρὸς τοὺς βαρβάρους στρα τείας οὐχ ὥσπερ εἰώθασιν οἱ πλείους τῶν βασιλέων ποιεῖν͵ μεσοῦντος ἐξιόντες ἔαρος καὶ τελευτῶντος θέρους ἐπανα ζευγνύντες͵ ἀλλ΄ ὅρος αὐτῷ τῆς ἀναζεύξεως ἦν τὸ τοῦ σκο ποῦ τέλος͵ ἐφ΄ ᾧ καὶ τὴν κίνησιν ἐποιήσατο. Ἀπεκαρτέρει δὲ καὶ πρὸς ψῦχος ἀκμάζον καὶ πρὸς ἀκμὴν θέρους͵ καὶ διψῶν οὐκ εὐθὺς ταῖς πηγαῖς προσῄει͵ ἀλλ΄ ἦν ὡς ἀληθῶς πρὸς πᾶσαν ἀνάγκην φύσεως στερρός τε καὶ ἀδαμάντινος. Τὰ δὲ τῶν στρατοπέδων εἰς τὸ ἀκριβὲς εἰδὼς͵ οὐ πλήθει φημὶ τάξεως͵ οὐδὲ λόχους συνηρμοσμένους͵ οὐδὲ δεσμοὺς τάξεως καὶ λύσεις εὐκαίρους͵ ἀλλὰ καὶ τὰ ἐς τὸν πρωτοστάτην καὶ τὰ ἐς τὸν ἡμιλοχίτην καὶ ὁπόσα ἐστὶν ἐς τὸν κατόπιν ἀνε νεγκεῖν͵ εὐπετῶς τούτοις ἐν τοῖς πολέμοις ἐχρῆτο· ὅθεν οὐδ΄ ἐπ΄ ἄλλοις τὴν τάξιν τούτων ἐτίθετο͵ ἀλλ΄ ἑκάστου καὶ τὴν φύσιν καὶ τὴν τεχνικὴν ἀγωνίαν εἰδὼς͵ καὶ πρὸς ὃ ἢ τῷ ἤθει ἢ τῇ παιδείᾳ συνήρμοστο͵ πρὸς τοῦτο συνῆγε καὶ συνεβίβαζε.
  33. 1.33 ῎Ηιδει δὲ καὶ ὁπόσα τῶν σχημάτων τοῖς λόχοις λυσιτελεῖ͵ τὰ μὲν ἀπὸ τῶν βιβλίων ἀναλεξάμενος͵ τὰ δὲ καὶ αὐτὸς συντελέσας ἐκ φυσικῆς ἐπιστήμης τοῖς γινομένοις· πολεμεῖν δὲ καὶ κατὰ φάλαγγα ἵστασθαι ἐπήγ γελλε μὲν καὶ ἐποιεῖτο τὸ σχῆμα͵ οὐ πάνυ δὲ τὴν πρᾶξιν ἐβούλετο͵ τὴν ὀξεῖαν τροπὴν εὐλαβούμενος· ὅθεν τὰ πολλὰ λόχους ἐκάθιζε͵ καὶ μηχανὰς ἐποιεῖτο͵ καὶ ἠκροβολίζετο πόρρωθεν͵ τοῖς ψιλοῖς ἐπιτάττων τὴν τέχνην. Ἐς δὲ πόλε μον καθιστάμενος͵ καὶ τὰς τάξεις δεσμήσας τοῖς τακτικοῖς σφίγμασι͵ καὶ οἷον καταπυργώσας τὸ στράτευμα͵ καὶ συναρ μόσας ταῖς ἵλαις μὲν τὸ στρατόπεδον͵ ταύτας δὲ τοῖς λόχοις͵ καὶ τούτους τοῖς καθ΄ ἕνα τῶν ὁπλιτῶν͵ οὐδενὶ προπηδᾶν ἐνετέλλετο͵ οὐδὲ τὸν συνασπισμὸν λύειν παρὰ πᾶσαν ἀνάγκην· εἰ δέ τις τῶν ἀκμαιοτάτων ἢ ὀξυτάτων ἄλλως ἑαυτὸν ἀποβιασάμενος πορρωτάτω τῆς φάλαγγος ἀφιππάσατο͵ καὶ συμμίξας τοῖς πολεμίοις τροπὴν ἐποιή σατο͵ ἐπαναζεύξας οὐ στεφάνων οὐδ΄ ἀριστείων ἐτύγχανεν͵ ἀλλ΄ εὐθὺς τοῦτον τοῦ τε στρατεύματος διῄρει καὶ μετὰ τῶν παρανομούντων τάξας ἐτιμωρεῖτο. Μεγάλην γὰρ ῥο πὴν πρὸς τὸ νικᾶν ἡγεῖτο τὴν μὴ ἀπερρωγυῖαν σύνταξιν͵ καὶ τούτῳ μόνῳ ἀτρέπτους τὰς τῶν Ρωμαίων ἐνόμιζε φάλαγγας. Βαρυνομένων δὲ τῶν στρατιωτῶν τὴν ἐφοδείαν τῆς μάχης καὶ ἐς προὖπτον ὑβριζόντων αὐτὸν͵ ὁμαλῶς οὗτος τὰς ἐπ΄ αὐτὸν ὀλιγωρίας ἐδέχετο͵ καὶ μειδιῶν ἐφ΄ ἱλαρῷ ἤθει εὐλογίστους ἀπεδίδου τὰς ἀποκρίσεις͵ ὡς· Οὐκ ἂν ἄλλως παυσώμεθα πολεμοῦντες.
  34. 1.34 Ἀπεμέριζε δὲ τὸ ἑαυτοῦ ἦθος καὶ κατάλληλον ἐδίδου καιροῖς τε μαχίμοις καὶ εἰρηνικαῖς καταστάσεσι͵ μᾶλλον δὲ͵ εἰ δεῖ τἀληθὲς ἐρεῖν͵ πανουργότερος μὲν ἐν πολέμοις ἦν͵ ἐν δὲ εἰρήνῃ βασιλικώτερος· καὶ τὰς ὀργὰς ταμιεύων καὶ ὥσπερ ὑπὸ σποδιᾷ κρύπτων τῇ ἑαυτοῦ ψυχῇ͵ εἴ τινες ἐν τοῖς πολέμοις παρηνομήκασιν͵ ἀνῆπτε ταύτας καὶ ἀπεκάλυπτεν ἐπαναζεύξας εἰς τὰ βασίλεια͵ καὶ δεινῶς τηνικαῦτα ἐμνησικάκει τοῖς κακουργήμασι. Τὸ δὲ στερρὸν τῆς γνώμης ἐπὶ πολλοῖς μὲν ἐδείκνυεν͵ ἔστι δὲ ὅτε καὶ μετήλλαττεν· καὶ πολλοῖς καὶ τὰς ἀρχὰς τῶν ἁμαρτανο μένων ἐπεξετάζων͵ τοῖς πλείοσιν ἠφίει καὶ τὰ τέλη τῶν πράξεων͵ ἢ συμπαθείᾳ διδοὺς͵ ἢ ἄλλως ἐκείνοις προσκεί μενος. Βραδέως δὲ πρός τινα πρᾶξιν κεκινημένος͵ τὸ δόξαν οὐδαμοῦ ἐβούλετο ἀλλοιοῦν· ὅθεν οὔθ΄ οἷς εὐμενὴς ἦν͵ τού τοις͵ εἰ μή πού τις ἀνάγκη ἐπῆν͵ τὸ ἦθος μετήλλαττεν͵ οὔτε εἴ τισι πρὸς ὀργὴν ἐξερράγη ταχὺ μετεβάλλετο· ἀλλ΄ ἦν ἡ τῶν δοξάντων αὐτῷ διαίρεσις κατὰ τὸ μέλλον καὶ θεῖον κριτήριον.

    Περὶ τοῦ ἰδίου.

  35. 1.35 Τὸ μὲν οὖν ἦθος αὐτῷ τοιοῦτον͵ τὸ δὲ εἶδος εὐγένειαν κατηγόρει φύσεως· τό τε γὰρ ὄμμα χαροπὸν καὶ λαμπρὸν͵ καὶ ἡ ὀφρὺς οὐκ ἐπικειμένη καὶ σκυθρωπάζουσα͵ οὔτε θηλυπρεπῶς κατ΄ εὐθεῖαν ἐκτεταμένη γραμμὴν͵ ἀλλ΄ ὑπερκειμένη καὶ τὸ ἀγέρωχον τοῦ ἀνδρὸς ὑπεμφαίνουσα· αἱ δὲ τῶν ὄψεων ἀκτῖνες οὔτε βεβυθισμέναι πρὸς τὸ πανουργό τερον καὶ δεινότερον͵ οὔτε μὴν ἐκκεχυμέναι πρὸς τὸ χαυνό τερον͵ ἀλλ΄ αἴγλης ἀρρενωποῦ ἀποστίλβουσαι· τὸ δὲ πρόσωπον ξύμπαν ὥσπερ ἀπὸ κέντρου ἐς ἀκριβῆ κύκλον ἀποτετόρνευτο͵ καὶ δι΄ εὐπαγοῦς αὐχένος καὶ ἐπιμήκους τὸ μέτριον τοῖς ὤμοις συνήρμοστο. Τὸ δὲ στέρνον οὔτε προ βεβλημένον καὶ οἷον ἐκκείμενον͵ οὔτ΄ αὖθις ἐγκείμενον καὶ οἷον ἀποστενούμενον͵ ἀλλ΄ ἐμμέτρως ἔχον τῶν διαστάσεων· καὶ τὰ λοιπὰ δὲ μέρη πρὸς τοῦτο συνωμολόγησαν.
  36. 1.36 Τὴν δὲ ἡλικίαν ἐλάττονα μὲν εἶχε τοῦ με τρίου͵ συνηρμοσμένην δὲ τοῖς ἰδίοις μέρεσι καὶ μηδαμοῦ ἐπινεύουσαν· ἀφίππῳ μὲν οὖν εἴ τις ἐντετυχήκει αὐτῷ͵ καὶ πρὸς ἐνίους ἂν εἶχε παραβαλεῖν͵ ἱππαζομένῳ δὲ͵ τὸ κατὰ πάντων ἐδίδου ἀσύγκριτον· ἐντετύπωτο γὰρ τῇ ἕδρᾳ κατὰ τοὺς τῶν ἀγαλμάτων τύπους ὅσα ἐς τοιοῦτον σχῆμα οἱ ἀκριβεῖς πλάσται συνήρμοσαν͵ καὶ τόν τε χαλινὸν τῷ ἵππῳ διδοὺς καὶ ἐπιρράσσων͵ ὄρθιος καὶ ἀκλινὴς ἦν κατά τε πρανῶν ὁμοίως καὶ κατ΄ ὀρθίων φερόμενος͵ αὖθίς τε ἀνείρ γων καὶ ἀνασειράζων τὸν ἵππον ὑψοῦ ἥλλετο οἷον ἐπτε ρωμένος͵ καὶ μετὰ τοῦ αὐτοῦ σχήματος πρός τε τὸ ἄναντες καὶ πρὸς τὸ κάταντες ἦν. Γηράσαντι δέ οἱ τὸ μὲν ὑπὸ τὸν ἀνθερεῶνα ἐψίλωτο γένειον͵ τὸ δ΄ ὅσον ἀπὸ τῆς γένυος κατακέχυτο͵ δασεῖά τε ἡ θρὶξ ἐγεγόνει καὶ πολλὴ πέριξ περιεπεφύκει͵ ὅθεν καὶ ἑκατέρωθεν περιελιχθεῖσα ἐς κύκλον ἀπηκριβώθη καὶ ἐδόκει πάντοθεν γενειάσκειν. Εἰώθει γοῦν πολλάκις ταύτην περιελίττειν͵ καὶ μάλιστα ὁπότε τῷ θυμῷ διαπυρούμενος ἦν͵ καὶ ἄλλως δὲ χρηματίζων καὶ ἐς ἐννοίας ἀνακινῶν ἑαυτὸν ἐχρῆτο τῷ σχήματι· τοῦτό τε οὖν ἐποίει θαμὰ͵ καὶ τῷ τῆς χειρὸς ἐκκειμένῳ ἀγκῶνι τοῖς κενεῶσι τοὺς δακτύλους ἐπέβαλλεν. Ὡμίλει δὲ οὐκ ἐπιτροχάδην͵ οὐδὲ ἀποτορνεύων τοὺς λόγους͵ οὐδὲ ἐς περι όδους ἀπομηκύνων͵ ἀλλὰ περικόπτων καὶ κατὰ βραχὺ ἀνα παύων͵ καὶ ἀγροικικῶς μᾶλλον ἢ ἐλευθερίως· ὁ δὲ γέλως αὐτῷ καγχασμὸν εἶχε καὶ τῷ παντὶ συνεβράσσετο σώματι.
  37. 1.37 Οὗτος ὁ βασιλεὺς μακροβιώτατος δοκεῖ ὑπὲρ πάντας τοὺς ἄλλους αὐτοκράτορας γεγενῆσθαι· ἀπὸ μὲν γὰρ γεννήσεως ἄχρις εἰκοστοῦ χρόνου τῆς ἡλικίας αὐτοῦ τῷ τε πατρὶ καὶ τῷ Φωκᾷ Νικηφόρῳ καὶ τῷ μετ΄ ἐκεῖνον Ἰωάννῃ τῷ Τζιμισκῇ συνεβασίλευσεν ὑποκείμενος͵ εἶτα δὴ δύο πρὸς τοῖς πεντήκοντα ἔτεσι τὴν αὐτοκράτορα ἔσχεν ἀρχήν. Ἑβδομηκοστὸν οὖν καὶ δεύτερον ἔτος τῆς ἡλικίας ἄγων μεταλλάττει τὸν βίον.

ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ

ΚΩΝΣΤΑΝΤΙΝΟΣ Η'