Literal Translation of the Original Greek New Testament

Bible Pictures (View Slideshow to download Hi-res)

Photo AlbumBible Papyrus p47Dec 13, '07 3:06 PM
for everyone
Housing Location: Dublin, Chester Beatty Libr., P, Chester Beatty III
Date: Late III (Schofield; III: Dobschütz, Maldfeld; 2nd. half III: Comfort; III/IV: Kenyon, Turner)
Contents: r Re 9:10-11:3; 11,5-16:15; 16:17-17:2
Physical Description: Folios: 10 Frg (10 fol.)
Dimensions: 19 x 11 cm(24x13)
Lines: 25-30
Columns: 1

Transcription:
Rev 9:10-19
10 – [σκορπιοις] [και] [κε]ν̣δ̣ρ̣α̣ κ̣[αι] ε̣ν ταις ουρ[αις] [αυτων] [η] ε̣ξουσια αυτων̣ αδικησαι τους [αν]θρωπους μηνας ε̅ 11 εχουσιν επ αυτ̣ων̣ βασιλεα τον αγγελον τη̣ς αβυσσου ω ονομα εβραειστι βαττων και εν τη ελληνικη εχει ονομα απολλυων 12 ουαι η μια απηλθεν ειδου ερχεται ετι δυο ουαι μετα ταυτα 13 ο Ϛ̅ αγγελος εσαλπισεν και ηκουσα φωνην μιαν εκ των κερατων του θυσιαστηριου του χρυσου του ενωπιον του θυ̅ 14 λεγουσαν τω Ϛ̅ αγγελω ο εχων την σαλπιγγαν λυσον τους αγγελους τους δεδεμενους επι του ποταμου̣ του μεγαλου ευφρατου 15 και ελυθησαν οι δ̅ αγγελοι οι ητοιμασμενοι εις την ωραν και ημεραν και μηνα̣ και ενιαυτον ινα αποκτεινωσιν το γ̅ των αθ̅ν 16 και ο αριθμος των στρατευματων του ιππικου δυ[ο] μυριαδες μυριαδων ηκ̣ουσα̣ [τον] αριθμον αυτων 17 και ουτ̣[ως] [ειδον] τους ιππους εν τη ορασει κ̣[αι] τους καθημενους επαν̣[ω] [αυτων] [ε]χ̣οντας θωρακας πυρι[νους] [και]

– κ̣αι εκ τ̣ω̣ν στ̣ο̣[μ]α̣των αυ̣τ̣[ων] [εκπορευ]εται πυρ και κ̣α̣πνος και θειον̣ 18 [απο] των γ̅ πληγων̣ απεκτανθη τ̣ο̣ [γ̅] των αθ̅ν εκ του πυρος και εκ του κ̣[α]πνου και εκ το̣υ θειου του εκπορευομ̣ενου εκ των̣ στοματων 19 ην γαρ η εξουσια των ιππων εν τω στοματι αυτ̣ων εστιν και [εν] ταις ουραις αυτων αι γαρ ουραι αυτων ομοιαι οφεσιν εχουσαι κεφαλας και εν αυταις αδικουσιν

Rev 9:20-21
20 και οι λοιποι των αθ̅ν οι ουκ απεκτανθησαν εν ταις πληγες αυ̣των ταυταις ουδε μετενοησαν εκ των εργων των χειρων αυτων ινα μη προσκυνησουσιν τα δαιμονια τα χρυσεα και τα αργυρεα και τα χαλκα και τα λιθινα και ξυλινα α ουτε βλεπειν δυναται ουτε ακουειν ουτε περιπατ̣ειν 21 και ου μετενοησαν εκ των φον̣ω̣ν αυτω̣ν ουτε εκ των φαρμακων [αυ]τ̣ων ουτε εκ της πορνειας αυ[των]

Rev 10:1-10
1 και ιδο̣ν αλλον αγγελον ισχυ[ρον] κ̣α̣τ̣αβαινοντα εκ του ουρανου [περιβεβλημ]ενον νεφελην και η [ιρις] [επι] [τ]η̣ς̣ [κε]φαλης αυτου και το

– 2 – [τη] [χειρι] [α]υ̣τ[ου] β̣ι̣[βλιο]ν ηνεωγμ̣[ενο]ν̣ [και] [ε]θ̣η̣κεν τον ποδα αυτου τον δεξι[ο]ν επι της θαλασσης τον δε ευωνυμον επι της γης 3 και εκραξεν φωνη μεγαλη ωσπερ λεων μυχαται και οτε εκραξεν ελαλησαν αι βρονται τας̣ εαυτων φωνας 4 και ηκουσα οσα ελαλησαν αι βρονται και ημελλον αυτα γραφειν και ηκουσα φωνης εκ του ουρανου λεγουσης σφραγισον οσα ελαλησαν αι ⸆ βρονται και μη αυτα γραψης 5 και ο αγγελος ον ειδον εστωτα επι της θαλασσης και επι της γης ηρεν την χειραν αυτου την δεξιαν εις τον̣ ουρανον 6 και ωμοσεν τω ζωντι εις̣ τους αιωνας των αιωνων ος εκτι̣σ̣[εν] τον ουρανον και τα εν αυτω κα[ι] [την] γην και τα εν αυτη και την θαλ̣[ασ]σαν και τα εν αυτη οτι χρονος ου̣[κε]τι εσται 7 αλλ εν ταις ημεραις τη̣[ς] [φω]νης του αγγελου του ζ̅ οταν̣ [μελ]λει σαλπιζειν και ετελεσθ[η] [το] [μυ]στηριον του θυ̅ ως ευηγγ̣[ελισεν] τους εαυτου δουλους κ[αι] [τους] προφητας 8 και φωνη̣ [ην] [ηκου

σα] – [βιβλι]ον το ανε̣ω[γμ]ενον εν̣ [τη] [χειρι] [του] αγγελου του εστωτος επι της̣ θ̣[αλασ]σης̣ και επι της γης 9 και απηλθα [προς] τον αγγελον λεγων αυτω δουναι [μοι] το βιβλιον και λεγει μοι λαβε αυτο και καταφαγε και πικρανει σου την κοιλιαν αλλ εν τω στοματι σου εσται γλυκυ ως μελι 10 και ελαβον το βιβλιδιον εκ της χειρος του αγγελου και κατεφαγον αυτο και ην εν τω στοματι μου ως μελι γλυκυ και οτε εφαγον αυτο επικρανθη η κοιλια μου

Rev 10:11
11 και λεγουσιν μοι δει σαι παλιν προφητευσ̣αι επι λαοις και εθνεσιν και γλωσσαις κ̣αι βασιλευσις πολλοις

Rev 11:1-11
1 και εδοθη μοι [κ]α̣λαμονος ραβδω λεγων εγειρε κ̣αι μετρησον τον ναον του θυ̅ και τ̣ο θυσιαστηριον και τους προσκυν̣ουντας εν αυτω 2 και την εξωθεν [τ]ο̣υ ναου εκβαλε εξω και μη αυ[τ]η̣ν̣ μετρησης οτι εδοθη και τοις [εθν]εσιν και την πολιν την αγιαν [πατη]σουσιν μηνας Ϛ̅ 3 και δω[σω] [τοις] β̣̅ μαρτυσιν μου και προ

[φητευσουσιν] – 5 [και] ε̣ι τις αυτο̣υς θ̣ε̣λησει αδικησαι [πυρ] εκπορευεται εκ τ̣ου στοματος α̣υ̣των και κατεσθειει τους εχθρου̣ς αυτων και ει τις θελησει αδικησαι αυτους ουτως δει αυτον αποκτανθηναι 6 ουτοι εχουσιν την εξουσιαν κλεισαι τον ουρανον ινα μη υετος βρεχη τας ημερας της προφητιας αυτων και εχουσιν εξουσιαν επι των υδατων στρεφειν αυτα εις αιμα και παταξαι την γην πασα πληγη οσακις εαν θελωσιν 7 και οταν τελωσιν την μαρτυριαν αυτων τοτε το θηριον το αναβαινον εκ της αβυσσου ποιησει πολεμον μ[ε]τ αυτων και νεικησε̣ι̣ αυτους και α̣ποκτενει αυτους 8 και τα πτωματα̣ αυτων επι της πλατειας της πολε̣ως της μεγαλης ητις καλει̣τα[ι] πνευματικως σοδομα και̣ αιγ[υ]πτος οπου ο κς̅ εσ̅τρω 9 κα̣[ι] [β]λ̣ε̣πουσιν εκ των λαων κα[ι] [φυλων] και γλωσσων και εθνων τ̣[ο] [πτω]μα αυτων ημερας γ̅ κα̣[ι] [ημισυ] και τα πτωματα̣ α[υ]τ̣[ων] [ουκ]

– 10 – γης χ̣αιρουσιν επ̣ α̣[υτοις] [και] ευφραινονται και δωρα π̣[εμψου]σιν αλληλοις οτι οι προφητα̣[ι] οι ι̣β̣̅ εβασανισαν αυτους κατοικου̣ντας επι της γης 11 και μετα τας τρις ημερας ημισυ πν̅α ζωης εκ του θυ̅ εισηλθεν εις αυτους και εστησαν επι τους ποδας αυτων και φοβος μεγας επεσεν επι τους θεωρουντας αυτους

Rev 11:12-19
12 και ηκουσα φωνης μεγαλης εκ του ουρανου λεγουσης αυτοις ανα̣βατε ωδε και ανεβη[σ]αν εις τον ουρανον εν τη νεφε[λ]η̣ και εμετρησαν αυτους οι [2-3] ε̣χθροι αυτων 13 και εν αυτη [τη] ω̣ρ̣α εγενετο σει̣σμος με[γας] κ̣αι το δεκατο̣ν της πο[λεω]ς̣ επεσεν και απε̣κταν[θησα]ν̣ εν τω σεισμω ονομα[τα] [ανθ]ρ̣ω̣πων χειλιαδες ζ̅

– [και] [εδωκαν] [δοξαν] [τω] [θω̅] του̣ ο̣[υρανου] 14 [η] [ουαι] [η] [δ]ε̣υτε̣ρα απ̣[η]λ̣θ̣εν ειδου ερχε[ται] [η] ουαι η τριτη ταχυ 15 και ο ζ̅ αγγελος ε̣σαλπισεν και εγενοντο φωναι μεγαλαι εν τω ουρανω λεγουσαι εγενετο η βασιλεια του κοσμου του κυ̅ ημων και του χυ̅ αυτου και βασιλευσει εις τους αιωνας των αιωνων 16 και οι κδ̅ πρεσβυτεροι ενωπιον του θυ̅ καθηνται επεσαν επι τα προσωπα αυτων και προσεκυνησαν τω θω̅ 17 λεγοντες ευχαριστουμεν σοι ο θς̅ ο θς̅ ο θς̅ ο παντοκρατωρ ο ων και ο ην και οτι ειληφας την δυναμιν σου την μενουσαν και εβασιλευσας 18 και τα εθνη οργισθη κα̣[ι] ηλθεν η ορ̣γη σου και καιρος των [νε]κρων κριθηναι και δουναι τον μ̣[ι]σθον τοις δουλοις σου τοις προφη̣[ταις] και τοις αγιοις και τους φο̣βο̣υμε̣[νους] το ονομα σου τους μεικρ̣ους κα̣[ι] τους μεγαλους και διαφθειραι [τους] διαφθειροντας την γην 19 [και] [η]νοι̣γη ο ναος του θυ̅ εν τ̣ω̣ ο̣[υρανω] και̣ ωφθη η κιβωτος τη̣ς δ[ιαθη]κ[η]ς του κυ̅ εν τω̣ [ναω] [αυτου] [και]

– [και] [βρο]ν̣τ̣α̣ι̣ κ̣[αι] [σεισμος] [και] [χαλαζα] μεγαλη

Rev 12:1-10
1 και ση̣μ̣ειον μ̣εγ̣[α] [ωφθη] εν τω ουρανω γυνη περιβε̣[βλημε]νη τον ηλιον και η σεληνη υ[ποκα]τω των ποδων αυτης και επι τ̣η̣[ς] κεφαλης αυτης στεφανος αστ̣ε̣ρων ιβ̅ 2 και εν γαστρι εχουσαν και κραδει ωδεινουσα και βασανιζομενη τεκειν 3 και ωφθη αλλο σημειον εν τω ουρανω και ιδου δρακων πυρρος μεγ̣ας εχων κεφαλας ζ̅ και κερατα ι̅ και επι τας κεφαλας ζ̅ διαδηματα 4 και η ουρα αυτου συρει το τριτον των αστερων του ουρανου και εβαλλεν αυτους εις̣ τ̣ην γην και ο δρακων [ε]σ̣τηκεν̣ ενωπιον της γυναικος̣ [τ]η̣ς μελλουσης τεκειν ινα οταν [τ]ε̣κη το τεκνον αυτης καταφαγη 5 [και] ε̣τεκεν υιον αρρενα ος μελλει [ποιμ]αινειν παντα τα εθνη εν ρα[βδω] σ̣ιδηρα και ηρπασθη το τε[κνον] α̣υ̣τ̣η̣ς προς τον θν̅ και [προς] [τ]ον θρ̣ονον αυτου 6 και η γυ[νη] [εφυγεν] ε̣ι̣ς την ερημο̣[ν]

– [απο] [του] [θυ̅] [ινα] [εκει] τ̣ρεφω̣[σιν] [αυτην] [η]μερας α̣σ̣̅ξ 7 και εγενε[το] [π]ολεμος εν τω ουρανω ο μιχα[ηλ] και οι αγγελοι αυτου πολεμησαι μετα του δρακοντος και ο δρακω̣ν επολεμησεν και οι αγγελοι αυτ̣ου 8 και ουκ ισχυσαν ουδε τοπος αυτ̣ων ευρεθη εν τω ουρανω 9 και εβληθη ο δρακων ο οφεις ο μεγας ο καλουμενος διαβολος και σατανας ο πλανων την οικουμενην ολην εβληθη εις την γην και οι αγγελοι μετ αυτου εβληθησαν 10 και ηκουσα φωνην μεγαλην εν τω ουρανω λεγουσαν αρτι εγενε̣το η σωτηρια και η̣ δυναμις και η βασιλεια του θυ̣̅ η̣μων κα[ι] [η] σωτηρια του χυ̅ αυτου οτι εβλη̣θη ο κατηγορος των αδελφων η̣μων ο κατηγορων αυτους ενω[πι]ον του θυ̅ ημων ημερας κα[ι] [νυ]κτος

Rev 12:11-18
11 και αυτοι ενικησαν αυ̣[τον] δια το αιμα του αρνιου κα[ι] [δια] [τον] λογον της μαρτυριας α[υτων] κ̣αι ουκ ηγαπησαν τη[ν] [ψυχην] α̣υτων αθρι θα̣ν̣[ατου] 12 [δια] [τουτο]

– [τη] [γη] [και] [τη] θ̣α̣λ̣α̣σση οτι κ̣[ατεβη] [ο] [διαβολος] [προς] υμας εχων θυμον μεγαν [ειδως] οτι ολιγον καιρον εχει 13 και οτε ει̣[δεν] ο δρακων οτι εβληθη εις την γη̣ν̣ απηλθεν εκδιωξαι την γυναικαν ητις ετεκεν τον αρρενα 14 και εδοθη τη γυναικι δυο πτερυγας του αετου του μεγαλου ινα πετητε εις̣ την ερημον εις̣ τον τοπον αυτης οπου τρεφεται εκει καιρον και καιρου και ημισου καιρου απο προσωπου του οφεως 15 και εβαλεν ο οφις απο του στοματος αυτου οπισω της γυναικος υδωρ ως ποταμον ινα αυτην ποταμοφορητον ποιηση 16 και εβοηθησεν η γη την γυναικι και ηνοιξεν το στομα της και κατεπι[ε]ν τον ποταμον ον εβαλεν ο δρακ̣ων απο του στοματος αυτου 17 και ωργισθη ο δρακων τη γυναι[κι] και απηλθεν ποιησαι πολεμο[ν] [μ]ε̣τα των λοιπων του σπερμα[τος] α̣υτης των τηρουντων τας̣ [εντο]λ̣ας του θυ̅ και εχοντων̣ [την] [μ]αρτυριαν ιυ̅ 18 και εσταθη [επι] [τη]ν̣ αμμον της θαλασσης

Rev 13:1-10
1 [και] [ειδον] ε̣κ̣ τ̣η̣[ς] θαλασσης θηρ̣ι̣

[ον] – [αυτ]ο̣υ ονομα̣ β̣λασφημειας̣ 2 και [το] [θ]ηριον ο ειδον ομοιον παρδαλει [και] οι ποδες αυτου ως αρκου και το σ̣τομα αυτου ως στομα λεοντος και εδωκεν αυτω ο δρακων την δυναμιν αυτου και τον θρονον αυτου και εξουσιαν μεγαλην 3 και μιαν εκ των κεφ̣αλων αυτου ως εσφαγμενην εις θ̣α̣νατον και η πληγη του θανατου α̣υτου εθαραπευθη και εθαυμασ̣θ̣η ολη η γη οπισω του θηριου 4 και προσεκυνησεν τω δρακοντι οτι εδωκεν την εξουσιαν τω θηριω και τις δυναται πολεμησαι μετ̣ αυτου 5 και εδοθη αυτω στομα λαλουν τα μεγαλα και βλασφημιας και εδοθη αυτω εξουσια ποιησαι μηνας μβ̅ 6 και ηνοιξεν το στομα αυτου βλασφημησαι προς τον θν̣̅ βλασφημησαι το ονομα αυτου κ[αι] την σκηνην αυτου εν τω ουραν̣ω 7 και εδοθη αυτω εξουσια επ[ι] [πα]σ̣αν φυλην και γλωσσαν και ε̣θ̣[νος] 8 [κ]αι προσκυνησουσιν αυτο[ν] [παν]τ̣ες οι κατοικουντες επι τ̣[ης] [γ]ης ων ου γεγραπται τα ο̣[νοματ]α αυτων εν τη βιβλ̣ω̣ [της]

– 9 – [α]κ̣ο̣[υ]σατω 10 ε̣ι̣ τ̣ι̣ς [εις] α̣ι̣χ̣[μαλωσιαν] [υ]παγει ει τις εν μαχ̣αιρη απ̣[οκτενει] δει αυτον εν μαχαιρη αποκτ[ανθη]ναι ωδε εστιν η υπομονη και̣ [η] [πι]στις των αγιων

Rev 13:11-18
11 και ειδον αλλο θ̣η̣ριον αναβαινων εκ της γης και ειχεν κερατα β̅ ομοιω αρνιω και λαλει ως δρακων 12 και την εξουσιαν του πρωτου θηριου πασαν ποιει ενωπιον αυτου και ποιει την γ̣η̣ν και τους εν αυτη κατοικουντα̣ς ινα προσκυνησουσιν το θηρ̣ιον̣ το πρωτον ου εθεραπευθη η πληγη του θανατου αυτου 13 και ποιει σημεια μεγαλα ινα και πυρ ποιηση εκ του ουρα̣νου καταβηναι επι την γην ενωπιον των ανθρωπων 14 και πλανα τους κατοικουντας επι της γης δια τα σημεια α εδοθη αυτω ποιησαι ενωπιον του θηριου λεγων τοις κατοικουσιν επι της γ̣ης ποιησαι εικονα τω θηρι̣ω̣ ος εχει την πληγην της μαχα[ιρη]ς̣ και ζησας 15 και εδοθη αυτ̣ω̣ δ̣ο̣υ̣[ναι] πν̅α τη εικονι του πο[ι]η̣[σαι] [οσοι] [ε]α̣ν μη προσκυνησωσιν [τη] [εικονι] τ̣ο̣υ̣ θηριου αποκταν[θωσιν]

16 – [τους] [ελευθερους] [κ]αι̣ [δου]λ̣ο̣[υς] ι̣[να] [δωσιν] [αυτ]οις χαρ̣α̣γ̣ματα επι της χε̣ιρος [αυτω]ν̣ της δεξιας η επι των μετωπων [αυτ]ω̣ν 17 και ινα μη τις δυνηται αγορασ̣αι̣ η πωλησαι ει μη ο εχων το χαραγμα η το ονομα του θηριου η τον αριθμον του ονοματος αυτου 18 ωδε η σοφια εστιν ο εχων ουν ψηφισατω τον αριθμον του θηριου αριθμος γαρ ανθρωπου εστιν εστιν δε χξ̅Ϛ

Rev 14:1-10
1 και ειδον και ειδου αρνιον εστως επι το ορος σειων και μετ αυτου ρμ̅δ χειλιαδες εχουσαι το ονομα αυτου και το ονομα του πρ̅ς αυτου γεγραμμενον επι των μετωπων αυτων 2 και ηκουσα φωνην ως εκ τ̣ου ουρανου ως φωνην υδατων πολλων και ως φωνην βροντης μεγαλης κα̣ι̣ φωνην ηκουσα ως φωνην κιθαρ̣[ω]δων κιθαριζοντων εν ταις κιθα[ραις] αυτων 3 και αδω̣σιν ωδην καιν[ην] ενωπιον του θρονου και ενωπ̣[ιον] [τ]ων δ̅ ζωων και των πρεσ[βυτε]ρων και ουδεις εδυνατο μαθ̣ε̣[ιν] την ωδην ει μη αι ρμ̅δ χει̣λ̣[ιαδες] οι ηγορασμενοι απο της γη[ς] 4 [ουτοι] [ει]σ̣ιν οι μη μετα γυναικω[ν] [ουκ] [εμο]λυνθησαν παρθενοι γαρ̣ [εισιν]

– [ηγορα]σ̣θησα̣ν α̣πο των̣ [α]νθρω̣[πων] [α]π̣ αρχης τω θω̅ και τω αρνι[ω] 5 [και] [εν] τ̣ω στοματι̣ αυτων̣ ο̣υχ ευρεθη̣ [ψευ]δος αμωμοι γαρ ε̣ισ̣ι̣ν 6 και ειδον̣ [αγ]γελον πετομενο̣ν̣ εν μεσουρα̣νηματι εχοντα ευαγγελιον αι̣ωνι̣ον ευαγγελισασθαι επ̣ι τους καθημ̣ε̣νους επι της γης και επι παν εθνος και φυλων και γλωσσων και λαον 7 λεγοντα εν φωνη μεγαλη φοβη̣θητε τον θν̅ και δοξασατε αυτον δοξαν οτι ηλθεν η ωρα της κρισεως αυ̣του και προσκυνησατε τω ποιησαντι τον ουρανον και την γην και την θαλασσαν και πηγας υδατων 8 και αλλος β̅ ηκολουθει λεγων επεσεν επεσεν β̣αβυλων η μεγαλη εκ του οινου του [θ]υ̣μου τη̣ς πορνειας αυτης πεπτωκ̣α̣ν παντα τα εθνη 9 και αλλος αγγελος [τ]ρ̣ι̣τος ηκολουθησεν αυτοις λεγων [εν] φωνη̣ μεγαλη ει τις προκυνει το [θ]η̣ριον̣ και την εικονα αυτου̣ και [λα]μβανει χαραγμα επι του με[τω]π̣ο̣υ̣ αυτου η επι της χειρ̣ο[ς] [αυτου] 10 και αυτος πιεται εκ το̣υ̣ [οινου] [το]υ̣ θ̣υ̣μου του θυ̅ μου κε

[κερασμενου] – [εν] [πυ]ρ̣ι̣ και [θε]ι̣ω εν[ω]πιον̣ [α]γι̣ω̣[ν] [αγγελων] κ̣αι ενωπιον του αρνιου

Rev 14:11-20
11 και ο κα[πνος] του βασανισμου αυτων εις αιωνας αι̣[ω]νων αναβαινει και ουκ εχουσιν αναπαυσιν ημερας και νυκτος οι προσκυνουντας το θηριον και την εικονα αυτου και ει τις λαμβανει το χαραγμα του ονοματος αυτου 12 ωδε εστιν η υπομονη των αγιων οι τηρουντες τας εντολας του θυ̅ και την πιστιν ιυ̅ 13 και ηκουσα φωνης εκ του ουρανου λεγουσης γραψον μακαριοι οι νεκροι εν κω̅ αποθνησκοντες απ αρτι λεγει το πν̅α οτι αναπαησονται εκ των κοπων αυτων τα γαρ εργα αυτων ακολουθει μετ αυτων 14 και ειδον και ειδου νεφελη λευκη και ο επι την νεφελην καθημενος ομοιον υιω ανθρωπου εχοντα επι της κεφαλης αυτου στ[ε]φανον χρυσουν και εν τη χειρ̣ι αυ̣του δραπανον οξυ 15 και αλλος αγ̣γελος εξηλθεν εκ του ναου α[να]κραζων φωνη μεγαλη τω κ[αθη]μενω επι της νεφελης πεμψ[ον] [το] δραπανον σου και θερισο̣[ν] [οτι] [ε]ξηλθεν ο θερισμος οτι [εξηρανθη]

– 16 – [νε]φ̣ε̣λ[ης] το δρα̣π̣αν[ον] [αυτου] [επι] [την] [γην] και εθερι̣σ̣θ̣η̣ η γ̣η̣ 17 και α[λ]λ̣ος αγγ̣[ελος] [εξηλ]θεν εκ του ναου αυτου εν τω ουρα[νω] [εχων] και αυτος δραπανον οξυ 18 και αλλος α̣[γγελος] εκ του θυσιαστηριου εχων εξ̣ουσια̣ν̣ ε̣πι̣ του πυρος και εφωνησεν κραυη μεγαλη τω εχοντι το δραπανον το οξυ λεγων πεμψον σου το δραπανον το οξυ και τρυγησον τους βοτρυας της αμπελου της γης οτι ηκμασαν αι σταφυλαι αυτης 19 και εβαλεν ο αγγελος το δραπανον αυτου επι την γην και ετρυγησεν την αμπελον της γης και εβαλεν εις την ληνον του θυμου του θυ̅ του μεγαλου 20 και επατηθη η ληνος εξωθεν της πολεως και εξηλθεν αιμα εκ της ληνου μεχρι των χαλινων των ιππων απο σταδιων χειλιων εξακοσιων

Rev 15:1-8
1 και ειδον αλλο σημειον εν τω ου[ρ]ανω μεγα και θαυμαστον αγγελους [ε]π̣τ̣α εχοντας πληγας ζ̅ τας εσχα[τ]α̣ς οτι ετελεσθη εν αυταις ο θυμος [το]υ̣ θυ̅ 2 και ειδον ως θαλασσαν υελινην [με]μιγμενην πυρι και τους νεικων[τα]ς̣ ε̣κ του θηριου και της εικονος [αυτου] [κ]α̣ι εκ του αριθμου του ονομα[τος] [αυτο]υ εστωτας επι την θαλασ

[σαν] – [ονοματος] [α]υ̣του̣ ε̣[στ]ω̣τας [επι] [την] [θαλασσαν] [την] [υ]ελινην εχοντας κιθαρα̣[ς] [του] [θ]υ̣̅ 3 [και] α̣δωσιν την ωδην μωσ̣ε̣ως το̣υ δ̣ο̣υλου του θυ̅ και την ωδην του αρνιου λεγοντες μεγαλα και θαυμαστα τα εργα̣ σου κε̅ ο θς̅ ο παντοκρατωρ δικαιαι και αλ̣ηθειναι αι οδοι σου ο βασιλευς των αιωνων 4 τις σε ου μη φοβηθη κε̅ και δοξισει το ονομα σου οτι μονος ε̣ι̣ οτι παντα τα εθνη ηξουσιν και προσκυνησουσιν ενωπιον σου οτι τα δικαιωματα σου εφανερωθη 5 και μετα ταυτα ειδον και ηνοιγη ο να̣ος της σκηνης του μαρτυριου εν τω̣ ουρανω 6 και εξηλθον οι ζ̅ αγγελοι εχοντες τας ζ̅ πληγας εκ του ναου ενδεδυμενοι λινουν καθαρον λαμπρον και περιεσχωμενοι περι τα στηθη ζωνας χρυσας̣ 7 και εκ των δ̅ εδωκαν τοις ζ̅ αγγελοι[ς] ζ̅ φιαλας χρυσας γεμουσας του θυμ[ου] του θυ̅ του ζωντος εις τους αιωνας̣ [των] αιωνων 8 και εγεμισθη ο ναος εκ το̣υ̣ [κα]πνου εκ της δοξης του θυ̅ και ε̣[κ] [της] δυναμεως αυτου και ουδε̣[ις] [εδυ]νατο εισελθειν εις τον ναο[ν] [αχρι] τελεσθωσιν αι ζ̅ πληγαι̣ [των] [ζ̅] αγγελων

Rev 16:1-10
1 και ηκ̣ουσα [μεγαλης]

– [φιαλας] [του] [θυ]μ̣ου τ[ου] [θ]υ̣̅ 2 κ[αι] [απηλθεν] [ο] π̣ρωτος και εξεχεην την φι̣[αλην] [αυ]του εις την γην και εγενετο ελ̣[κος] [πο]νηρον και κακον επι τους ανθρωπ̣ο̣υ̣[ς] τους εχοντας το χαραγμα του̣ θηριου και τους προσκυ̣νουντας τη εικονι αυτου 3 και ο β̅ εχ την φιαλην αυτου εις την θαλασσαν και εγενετο αιμα ως νεκρου και πασ̣α ψυχη ζωσα απεθανον εν τη θαλασση 4 και ο γ̅ εχ̣ την φιαλην αυτου επι τους ποταμους και επι τας πηγας των υδατων και εγενοντο αι̣μα 5 και ηκουσα του αγγελου των υδατων λεγοντος δικαιος ει ο ων και ος ην και οσιος̣ οτι ταυτα εκρινας 6 οτ̣ι αιμα αγιων και προφητων εξεχ̣εαν και αιμ̣α αυτοις εδωκας πι[ε]ι̣ν αξιοι εισι̣ν 7 και ηκουσα του θυσια[σ]τ̣ηριου λεγοντος ναι κε̅ ο θς̅ ο παν[τ]ο̣κρατωρ αληθιναι και δικαια̣ι̣ [αι] κρ̣ισις σ̣ου 8 και ο δ̅ εξεχεεν την [φ]ι̣α̣λ̣ην αυτου επι τον ηλιον και [εδο]θ̣η̣ καυματισαι τους ανθρ̣ω̣π̣ους [εν] [πυρ]ι̣ 9 και εκαυματισθησ̣α̣ν οι [ανθρωπ]οι καυμα μεγα και εβλα

[σφημησαν] – 10 [και] [ο] [ε̅] [εξε]χ̣εεν τ̣[ην] φ̣ι̣α̣λ̣[ην] α̣υ̣[του] [επι] [τον] [θρονο]ν̣ του θηριου και εγενετο η β̣α̣[σιλε]ι̣α̣ αυτου εσκωτωμενην και α̣ι̣μασωντο τας γλωσσας αυτ̣ων εκ του πονου

Rev 16:11-21
11 και εβλασφημησαν τον θν̅ του ουρανου εκ των πονων αυτων και εκ των ελκων αυτων και ου μετενοησαν ε̣κ των εργων αυτων 12 και ο Ϛ̅ εξεχεε̣ν την φιαλην αυτου επι τον ποταμον τον μεγαν τον ευφρατην και εξηρανθη το υδωρ αυτου ινα ετοιμασθη η οδος των βασιλεων των απο ανατολης ηλιου 13 και ειδον εκ του στοματος του δρακοντος και εκ του στοματος του θηριου και εκ του στοματος του ψευδοπροφητου πν̅α τρια ακαθαρτα ωσει βατραχους 14 εισιν γαρ πν̅α δαιμονιων ποιουντα σημεια εκπορευεσθαι επι τους βασιλεις της οικουμενης ολης συναγαγειν αυτους εις πολεμον της μεγαλης ημ[ε]ρας του θυ̅ του παντοκρατορος 15 ι̣δ[ου] ερχομαι ως κλεπτης μακαριος̣ [ο] γρηγορων και τηρων τα ιματι̣[α] [αυ]του ινα μη γυμνος περιπατ̣[η] [και] βλεπουσιν την ασχημοσυνη̣[ν] [αυτου]

17 – [ο] [ζ̅] [εξεχεεν] [την] φ̣[ιαλη]ν̣ α̣[υτου] [επι] [τον] [αε]ρ̣α και εξηλθεν φωνη μεγ̣[αλη] [εκ] [του] ναου απο του θρονου λεγουσα̣ [γεγονεν] 18 και εγενοντο αστραπαι και βρονται κα̣ι̣ φωναι και σεισμος εγενετο μεγας οιος ουκ εγενετο αφ ου ανθρωπος εγενο̣ντο επι της γης τηλικουτος σεισμος ουτως μεγας 19 και εγενετο η πολις η μεγαλ̣η̣ εις τρια μερη και αι πολις αι των εθνων επεσαν και βαβυρων η μεγαλη εμνησθη ενωπιον του θυ̅ δουναι αυτη το ποτηριον του οινου του θυμου της οργης αυτου 20 και πασα νησος εφυγεν και ορη ουχ ευρεθη 21 και χαλαζα μεγαλη ως ταλαντιαια καταβαινει εκ του ουρανου επι τους ανθρωπους και εβλασφημησαν οι ανθρωποι τον θν̅ εκ της πληγης της χα[λ]αζης οτι μεγαλη εστιν η πληγη αυ[τ]ης σφοδρα

Rev 17:1-2
1 και ηλθεν εις εκ των ζ̅ [α]γ̣γελων των εχοντων τας ζ̅ φιαλας [κα]ι̣ ε[λ]αλησεν μετ εμου λεγων δευρο̣ [δειξ]ω̣ σοι το κριμα της πορνης τη̣ς [μεγα]λη̣ς τ̣ης καθημενης επι υδα̣[των] [των] [πολ]λων 2 μεθ ης επορ[νευσαν] –


p047 Rev 9.10-17 III.jpg
  

p047 Rev 13.16-14.4 III.jpg
  


Add a Comment