LXX Genesis 20
Widgets to be programmed here




1. καὶ ἐκίνησεν ἐκεῖθεν Aβρααμ εἰς γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον *καδης καὶ ἀνὰ μέσον *σουρ καὶ παρῴκησεν ἐν *γεραροις

2. εἶπεν δὲ Aβρααμ περὶ *σαρρας τῆς γυναικὸς αὐτοῦ ὅτι ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι' αὐτήν ἀπέστειλεν δὲ Aβιμελεχ βασιλεὺς *γεραρων καὶ ἔλαβεν τὴν *σαρραν

3. καὶ εἰσῆλθεν θεὸς πρὸς Aβιμελεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν ἰδοὺ σὺ ἀποθνῄσκεις περὶ τῆς γυναικός ἧς ἔλαβες αὕτη δέ ἐστιν συνῳκηκυῖα ἀνδρί

4. Aβιμελεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπεν κύριε ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς

5. οὐκ αὐτός μοι εἶπεν ἀδελφή μού ἐστιν καὶ αὐτή μοι εἶπεν ἀδελφός μού ἐστιν ἐν καθαρᾷ καρδίᾳ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο

6. εἶπεν δὲ αὐτῷ θεὸς καθ' ὕπνον κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο καὶ ἐφεισάμην ἐγώ σου τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ ἕνεκεν τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς

7. νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ ὅτι προφήτης ἐστὶν καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ εἰ δὲ μὴ ἀποδίδως γνῶθι ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά

8. καὶ ὤρθρισεν Aβιμελεχ τὸ πρωὶ καὶ ἐκάλεσεν πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησεν πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα

9. καὶ ἐκάλεσεν Aβιμελεχ τὸν Aβρααμ καὶ εἶπεν αὐτῷ τί τοῦτο ἐποίησας ἡμῖν μή τι ἡμάρτομεν εἰς σέ ὅτι ἐπήγαγες ἐπ' ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην ἔργον οὐδεὶς ποιήσει πεποίηκάς μοι

10. εἶπεν δὲ Aβιμελεχ τῷ Aβρααμ τί ἐνιδὼν ἐποίησας τοῦτο

11. εἶπεν δὲ Aβρααμ εἶπα γάρ ἄρα οὐκ ἔστιν θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου

12. καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν ἐκ πατρός ἀλλ' οὐκ ἐκ μητρός ἐγενήθη δέ μοι εἰς γυναῖκα

13. ἐγένετο δὲ ἡνίκα ἐξήγαγέν με θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ εἶπα αὐτῇ ταύτην τὴν δικαιοσύνην ποιήσεις ἐπ' ἐμέ εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ εἰπὸν ἐμὲ ὅτι ἀδελφός μού ἐστιν

14. ἔλαβεν δὲ Aβιμελεχ χίλια δίδραχμα πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας καὶ ἔδωκεν τῷ Aβρααμ καὶ ἀπέδωκεν αὐτῷ *σαρραν τὴν γυναῖκα αὐτοῦ

15. καὶ εἶπεν Aβιμελεχ τῷ Aβρααμ ἰδοὺ γῆ μου ἐναντίον σου οὗ ἐάν σοι ἀρέσκῃ κατοίκει

16. τῇ δὲ *σαρρα εἶπεν ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου ταῦτα ἔσται σοι εἰς τιμὴν τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ καὶ πάντα ἀλήθευσον

17. προσηύξατο δὲ Aβρααμ πρὸς τὸν θεόν καὶ ἰάσατο θεὸς τὸν Aβιμελεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ καὶ ἔτεκον

18. ὅτι συγκλείων συνέκλεισεν κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Aβιμελεχ ἕνεκεν *σαρρας τῆς γυναικὸς Aβρααμ















Parse Information
Hover over the lovely Greek words to see parse information.