LXX Ruth 4
Widgets to be programmed here




1. καὶ *βοος ἀνέβη ἐπὶ τὴν πύλην καὶ ἐκάθισεν ἐκεῖ καὶ ἰδοὺ ἀγχιστευτὴς παρεπορεύετο ὃν εἶπεν *βοος καὶ εἶπεν πρὸς αὐτὸν *βοος ἐκκλίνας κάθισον ὧδε κρύφιε καὶ ἐξέκλινεν καὶ ἐκάθισεν

2. καὶ ἔλαβεν *βοος δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως καὶ εἶπεν καθίσατε ὧδε καὶ ἐκάθισαν

3. καὶ εἶπεν *βοος τῷ ἀγχιστεῖ τὴν μερίδα τοῦ ἀγροῦ ἐστιν τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Aβιμελεχ δέδοται *νωεμιν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ *μωαβ

4. κἀγὼ εἶπα ἀποκαλύψω τὸ οὖς σου λέγων κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου εἰ ἀγχιστεύεις ἀγχίστευε εἰ δὲ μὴ ἀγχιστεύεις ἀνάγγειλόν μοι καὶ γνώσομαι ὅτι οὐκ ἔστιν πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι κἀγώ εἰμι μετὰ σέ δὲ εἶπεν ἐγώ εἰμι ἀγχιστεύσω

5. καὶ εἶπεν *βοος ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς *νωεμιν καὶ παρὰ Ρουθ τῆς *μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος καὶ αὐτὴν κτήσασθαί σε δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ

6. καὶ εἶπεν ἀγχιστεύς οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ μήποτε διαφθείρω τὴν κληρονομίαν μου ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι

7. καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ Iσραηλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πᾶν λόγον καὶ ὑπελύετο ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ καὶ τοῦτο ἦν μαρτύριον ἐν Iσραηλ

8. καὶ εἶπεν ἀγχιστεὺς τῷ *βοος κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ καὶ ἔδωκεν αὐτῷ

9. καὶ εἶπεν *βοος τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ μάρτυρες ὑμεῖς σήμερον ὅτι κέκτημαι πάντα τὰ τοῦ Aβιμελεχ καὶ πάντα ὅσα ὑπάρχει τῷ *χελαιων καὶ τῷ *μααλων ἐκ χειρὸς *νωεμιν

10. καί γε Ρουθ τὴν *μωαβῖτιν τὴν γυναῖκα *μααλων κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ καὶ οὐκ ἐξολεθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ μάρτυρες ὑμεῖς σήμερον

11. καὶ εἴποσαν πᾶς λαὸς οἱ ἐν τῇ πύλῃ μάρτυρες καὶ οἱ πρεσβύτεροι εἴποσαν δῴη κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ραχηλ καὶ ὡς *λειαν αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Iσραηλ καὶ ἐποίησαν δύναμιν ἐν Eφραθα καὶ ἔσται ὄνομα ἐν *βαιθλεεμ

12. καὶ γένοιτο οἶκός σου ὡς οἶκος *φαρες ὃν ἔτεκεν *θαμαρ τῷ Iουδα ἐκ τοῦ σπέρματος οὗ δώσει κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης

13. καὶ ἔλαβεν *βοος τὴν Ρουθ καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἔδωκεν αὐτῇ κύριος κύησιν καὶ ἔτεκεν υἱόν

14. καὶ εἶπαν αἱ γυναῖκες πρὸς *νωεμιν εὐλογητὸς κύριος ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα καὶ καλέσαι τὸ ὄνομά σου ἐν Iσραηλ

15. καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου ὅτι νύμφη σου ἀγαπήσασά σε ἔτεκεν αὐτόν ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς

16. καὶ ἔλαβεν *νωεμιν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν

17. καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι ἐτέχθη υἱὸς τῇ *νωεμιν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ Ωβηδ οὗτος πατὴρ Iεςαι πατρὸς *δαυιδ

18. καὶ αὗται αἱ γενέσεις *φαρες *φαρες ἐγέννησεν τὸν Eσρων

19. Eσρων δὲ ἐγέννησεν τὸν Aρραν καὶ Aρραν ἐγέννησεν τὸν Aμιναδαβ

20. καὶ Aμιναδαβ ἐγέννησεν τὸν *νααςων καὶ *νααςων ἐγέννησεν τὸν *σαλμαν

21. καὶ *σαλμαν ἐγέννησεν τὸν *βοος καὶ *βοος ἐγέννησεν τὸν Ωβηδ

22. καὶ Ωβηδ ἐγέννησεν τὸν Iεςαι καὶ Iεςαι ἐγέννησεν τὸν *δαυιδ















Parse Information
Hover over the lovely Greek words to see parse information.