LXX Ezekiel 4
Widgets to be programmed here




1. καὶ σύ υἱὲ ἀνθρώπου λαβὲ σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐπ' αὐτὴν πόλιν τὴν Iερουσαλημ

2. καὶ δώσεις ἐπ' αὐτὴν περιοχὴν καὶ οἰκοδομήσεις ἐπ' αὐτὴν προμαχῶνας καὶ περιβαλεῖς ἐπ' αὐτὴν χάρακα καὶ δώσεις ἐπ' αὐτὴν παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ

3. καὶ σὺ λαβὲ σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ' αὐτήν καὶ ἔσται ἐν συγκλεισμῷ καὶ συγκλείσεις αὐτήν σημεῖόν ἐστιν τοῦτο τοῖς υἱοῖς Iσραηλ

4. καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου Iσραηλ ἐπ' αὐτοῦ κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατόν ἂς κοιμηθήσῃ ἐπ' αὐτοῦ καὶ λήμψῃ τὰς ἀδικίας αὐτῶν

5. καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου Iσραηλ

6. καὶ συντελέσεις ταῦτα πάντα καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου Iουδα τεςαράκοντα ἡμέρας ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι

7. καὶ εἰς τὸν συγκλεισμὸν Iερουσαλημ ἑτοιμάσεις τὸ πρόσωπόν σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προφητεύσεις ἐπ' αὐτήν

8. καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς καὶ μὴ στραφῇς ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου ἕως οὗ συντελεσθῶσιν αἱ ἡμέραι τοῦ συγκλεισμοῦ σου

9. καὶ σὺ λαβὲ σεαυτῷ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον καὶ ποιήσεις αὐτὰ σαυτῷ εἰς ἄρτους καὶ κατ' ἀριθμὸν τῶν ἡμερῶν ἂς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας φάγεσαι αὐτά

10. καὶ τὸ βρῶμά σου φάγεσαι ἐν σταθμῷ εἴκοσι σίκλους τὴν ἡμέραν ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά

11. καὶ ὕδωρ ἐν μέτρῳ πίεσαι τὸ ἕκτον τοῦ ιν ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι

12. καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτά ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ' ὀφθαλμοὺς αὐτῶν

13. καὶ ἐρεῖς τάδε λέγει κύριος θεὸς τοῦ Iσραηλ οὕτως φάγονται οἱ υἱοὶ Iσραηλ ἀκάθαρτα ἐν τοῖς ἔθνεσιν

14. καὶ εἶπα μηδαμῶς κύριε θεὲ τοῦ Iσραηλ ἰδοὺ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσίᾳ καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον

15. καὶ εἶπεν πρός με ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ τῶν βολβίτων τῶν ἀνθρωπίνων καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπ' αὐτῶν

16. καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Iερουσαλημ καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται

17. ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν















Parse Information
Hover over the lovely Greek words to see parse information.