LXX Genesis 4
Widgets to be programmed here




1. Aδαμ δὲ ἔγνω Eυαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν τὸν *καιν καὶ εἶπεν ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ

2. καὶ προσέθηκεν τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Aβελ καὶ ἐγένετο Aβελ ποιμὴν προβάτων *καιν δὲ ἦν ἐργαζόμενος τὴν γῆν

3. καὶ ἐγένετο μεθ' ἡμέρας ἤνεγκεν *καιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ

4. καὶ Aβελ ἤνεγκεν καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν καὶ ἐπεῖδεν θεὸς ἐπὶ Aβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ

5. ἐπὶ δὲ *καιν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν καὶ ἐλύπησεν τὸν *καιν λίαν καὶ συνέπεσεν τῷ προσώπῳ

6. καὶ εἶπεν κύριος θεὸς τῷ *καιν ἵνα τί περίλυπος ἐγένου καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου

7. οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς ὀρθῶς δὲ μὴ διέλῃς ἥμαρτες ἡσύχασον πρὸς σὲ ἀποστροφὴ αὐτοῦ καὶ σὺ ἄρξεις αὐτοῦ

8. καὶ εἶπεν *καιν πρὸς Aβελ τὸν ἀδελφὸν αὐτοῦ διέλθωμεν εἰς τὸ πεδίον καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ καὶ ἀνέστη *καιν ἐπὶ Aβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν

9. καὶ εἶπεν θεὸς πρὸς *καιν ποῦ ἐστιν Aβελ ἀδελφός σου δὲ εἶπεν οὐ γινώσκω μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ

10. καὶ εἶπεν θεός τί ἐποίησας φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς

11. καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς ἔχανεν τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου

12. ὅτι ἐργᾷ τὴν γῆν καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς

13. καὶ εἶπεν *καιν πρὸς τὸν κύριον μείζων αἰτία μου τοῦ ἀφεθῆναί με

14. εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς καὶ ἔσται πᾶς εὑρίσκων με ἀποκτενεῖ με

15. καὶ εἶπεν αὐτῷ κύριος θεός οὐχ οὕτως πᾶς ἀποκτείνας *καιν ἑπτὰ ἐκδικούμενα παραλύσει καὶ ἔθετο κύριος θεὸς σημεῖον τῷ *καιν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν

16. ἐξῆλθεν δὲ *καιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ *ναιδ κατέναντι Eδεμ

17. καὶ ἔγνω *καιν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν τὸν Eνωχ καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασεν τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Eνωχ

18. ἐγενήθη δὲ τῷ Eνωχ *γαιδαδ καὶ *γαιδαδ ἐγέννησεν τὸν *μαιηλ καὶ *μαιηλ ἐγέννησεν τὸν *μαθουσαλα καὶ *μαθουσαλα ἐγέννησεν τὸν *λαμεχ

19. καὶ ἔλαβεν ἑαυτῷ *λαμεχ δύο γυναῖκας ὄνομα τῇ μιᾷ Aδα καὶ ὄνομα τῇ δευτέρᾳ *σελλα

20. καὶ ἔτεκεν Aδα τὸν Iωβελ οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων

21. καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Iουβαλ οὗτος ἦν καταδείξας ψαλτήριον καὶ κιθάραν

22. *σελλα δὲ ἔτεκεν καὶ αὐτὴ τὸν *θοβελ καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου ἀδελφὴ δὲ *θοβελ *νοεμα

23. εἶπεν δὲ *λαμεχ ταῖς ἑαυτοῦ γυναιξίν Aδα καὶ *σελλα ἀκούσατέ μου τῆς φωνῆς γυναῖκες *λαμεχ ἐνωτίσασθέ μου τοὺς λόγους ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί

24. ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ *καιν ἐκ δὲ *λαμεχ ἑβδομηκοντάκις ἑπτά

25. ἔγνω δὲ Aδαμ Eυαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ *σηθ λέγουσα ἐξανέστησεν γάρ μοι θεὸς σπέρμα ἕτερον ἀντὶ Aβελ ὃν ἀπέκτεινεν *καιν

26. καὶ τῷ *σηθ ἐγένετο υἱός ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Eνως οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ















Parse Information
Hover over the lovely Greek words to see parse information.