LXX Hosea 5
Widgets to be programmed here




1. ἀκούσατε ταῦτα οἱ ἱερεῖς καὶ προσέχετε οἶκος Iσραηλ καὶ οἶκος τοῦ βασιλέως ἐνωτίζεσθε διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον

2. οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν ἐγὼ δὲ παιδευτὴς ὑμῶν

3. ἐγὼ ἔγνων τὸν Eφραιμ καὶ Iσραηλ οὐκ ἄπεστιν ἀπ' ἐμοῦ διότι νῦν ἐξεπόρνευσεν Eφραιμ ἐμιάνθη Iσραηλ

4. οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν θεὸν αὐτῶν ὅτι πνεῦμα πορνείας ἐν αὐτοῖς ἐστιν τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν

5. καὶ ταπεινωθήσεται ὕβρις τοῦ Iσραηλ εἰς πρόσωπον αὐτοῦ καὶ Iσραηλ καὶ Eφραιμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν καὶ ἀσθενήσει καὶ Iουδας μετ' αὐτῶν

6. μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν ὅτι ἐξέκλινεν ἀπ' αὐτῶν

7. ὅτι τὸν κύριον ἐγκατέλιπον ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς νῦν καταφάγεται αὐτοὺς ἐρυσίβη καὶ τοὺς κλήρους αὐτῶν

8. σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν κηρύξατε ἐν τῷ οἴκῳ Ων ἐξέστη *βενιαμιν

9. Eφραιμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου ἐν ταῖς φυλαῖς τοῦ Iσραηλ ἔδειξα πιστά

10. ἐγένοντο οἱ ἄρχοντες Iουδα ὡς μετατιθέντες ὅρια ἐπ' αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου

11. κατεδυνάστευσεν Eφραιμ τὸν ἀντίδικον αὐτοῦ κατεπάτησεν κρίμα ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων

12. καὶ ἐγὼ ὡς ταραχὴ τῷ Eφραιμ καὶ ὡς κέντρον τῷ οἴκῳ Iουδα

13. καὶ εἶδεν Eφραιμ τὴν νόσον αὐτοῦ καὶ Iουδας τὴν ὀδύνην αὐτοῦ καὶ ἐπορεύθη Eφραιμ πρὸς Ἀςυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Iαριμ καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη

14. διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ Eφραιμ καὶ ὡς λέων τῷ οἴκῳ Iουδα καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήμψομαι καὶ οὐκ ἔσται ἐξαιρούμενος

15. πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου ἕως οὗ ἀφανισθῶσιν καὶ ἐπιζητήσουσιν τὸ πρόσωπόν μου ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρός με λέγοντες















Parse Information
Hover over the lovely Greek words to see parse information.