LXX Isaiah 39
Widgets to be programmed here




1. ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν *μαρωδαχ υἱὸς τοῦ *λααδαν βασιλεὺς τῆς *βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Eζεκια ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη

2. καὶ ἐχάρη ἐπ' αὐτοῖς Eζεκιας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθα καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ καὶ οὐκ ἦν οὐθέν οὐκ ἔδειξεν Eζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ

3. καὶ ἦλθεν Hσαιας προφήτης πρὸς τὸν βασιλέα Eζεκιαν καὶ εἶπεν πρὸς αὐτόν τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἶπεν Eζεκιας ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με ἐκ *βαβυλῶνος

4. καὶ εἶπεν Hσαιας τί εἴδοσαν ἐν τῷ οἴκῳ σου καὶ εἶπεν Eζεκιας πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου οὐκ εἴδοσαν ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου

5. καὶ εἶπεν αὐτῷ Hσαιας ἄκουσον τὸν λόγον κυρίου σαβαωθ

6. ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς *βαβυλῶνα ἥξει καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν εἶπεν δὲ θεὸς

7. ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν *βαβυλωνίων

8. καὶ εἶπεν Eζεκιας πρὸς Hσαιαν ἀγαθὸς λόγος κυρίου ὃν ἐλάλησεν γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου















Parse Information
Hover over the lovely Greek words to see parse information.