LXX Judges 3
Widgets to be programmed here




1. καὶ ταῦτα τὰ ἔθνη ἀφῆκεν Ἰησοῦς ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Iσραηλ πάντας τοὺς μὴ ἐγνωκότας πάντας τοὺς πολέμους *χανααν

2. πλὴν διὰ τὰς γενεὰς τῶν υἱῶν Iσραηλ τοῦ διδάξαι αὐτοὺς πόλεμον πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά

3. τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν *χαναναῖον καὶ τὸν *σιδώνιον καὶ τὸν Eυαῖον τὸν κατοικοῦντα τὸν *λίβανον ἀπὸ τοῦ ὄρους τοῦ *βαλαερμων ἕως *λοβωημαθ

4. καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Iσραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου ἂς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ *μωυσῆ

5. καὶ οἱ υἱοὶ Iσραηλ κατῴκησαν ἐν μέσῳ τοῦ *χαναναίου καὶ τοῦ *χετταίου καὶ τοῦ Aμορραίου καὶ τοῦ *φερεζαίου καὶ τοῦ Eυαίου καὶ τοῦ Iεβουσαίου

6. καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν

7. καὶ ἐποίησαν οἱ υἱοὶ Iσραηλ τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐπελάθοντο κυρίου θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν ταῖς *βααλιμ καὶ τοῖς ἄλσεσιν

8. καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Iσραηλ καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας *χουσαρσαθωμ βασιλέως *συρίας ποταμῶν καὶ ἐδούλευσαν αὐτῷ ὀκτὼ ἔτη

9. καὶ ἐκέκραξαν οἱ υἱοὶ Iσραηλ πρὸς κύριον καὶ ἤγειρεν κύριος σωτῆρα τῷ Iσραηλ καὶ ἔσωσεν αὐτούς τὸν *γοθονιηλ υἱὸν *κενεζ ἀδελφὸν *χαλεβ τὸν νεώτερον αὐτοῦ καὶ εἰσήκουσεν αὐτοῦ

10. καὶ ἐγένετο ἐπ' αὐτὸν πνεῦμα κυρίου καὶ ἔκρινεν τὸν Iσραηλ καὶ ἐξῆλθεν ἐπὶ τὸν πόλεμον καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν *χουσαρσαθωμ βασιλέα *συρίας καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν *χουσαρσαθωμ

11. καὶ ἡσύχασεν γῆ ἔτη πεντήκοντα καὶ ἀπέθανεν *γοθονιηλ υἱὸς *κενεζ

12. καὶ προσέθεντο οἱ υἱοὶ Iσραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐνίσχυσεν κύριος τὸν Eγλωμ βασιλέα *μωαβ ἐπὶ τὸν Iσραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου

13. καὶ προσήγαγεν πρὸς αὐτὸν πάντας τοὺς υἱοὺς Aμμων καὶ Aμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Iσραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων

14. καὶ ἐδούλευσαν οἱ υἱοὶ Iσραηλ τῷ Eγλωμ βασιλεῖ *μωαβ ἔτη δέκα ὀκτώ

15. καὶ ἐκέκραξαν οἱ υἱοὶ Iσραηλ πρὸς κύριον καὶ ἤγειρεν αὐτοῖς κύριος σωτῆρα τὸν Aωδ υἱὸν *γηρα υἱοῦ τοῦ Iεμενι ἄνδρα ἀμφοτεροδέξιον καὶ ἀπέστειλαν οἱ υἱοὶ Iσραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Eγλωμ βασιλεῖ *μωαβ

16. καὶ ἐποίησεν ἑαυτῷ Aωδ μάχαιραν δίστομον σπιθαμῆς τὸ μῆκος καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ

17. καὶ προσήνεγκεν τὰ δῶρα τῷ Eγλωμ βασιλεῖ *μωαβ καὶ Eγλωμ ἀνὴρ ἀστεῖος σφόδρα

18. καὶ ἐγένετο ὡς συνετέλεσεν Aωδ προσφέρων τὰ δῶρα καὶ ἐξαπέστειλεν τοὺς αἴροντας τὰ δῶρα

19. καὶ Eγλωμ ἀνέστρεψεν ἀπὸ τῶν γλυπτῶν μετὰ τῆς *γαλγαλ καὶ εἶπεν Aωδ λόγος μοι κρύφιος πρὸς σέ βασιλεῦ καὶ εἶπεν Eγλωμ πᾶσιν ἐκ μέσου καὶ ἐξῆλθον ἀπ' αὐτοῦ πάντες οἱ παραστήκοντες αὐτῷ

20. καὶ Aωδ εἰσῆλθεν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ αὐτοῦ μονώτατος καὶ εἶπεν Aωδ λόγος θεοῦ μοι πρὸς σέ βασιλεῦ καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Eγλωμ ἐγγὺς αὐτοῦ

21. καὶ ἐγένετο ἅμα τοῦ ἀναστῆναι ἐξέτεινεν Aωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἀπὸ τοῦ μηροῦ τοῦ δεξιοῦ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὴν εἰς τὴν κοιλίαν Eγλωμ

22. καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ

23. καὶ ἐξῆλθεν Aωδ εἰς τὴν προστάδα καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου ἐπ' αὐτὸν καὶ ἐσφήνωσεν

24. καὶ αὐτὸς ἐξῆλθεν καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἀποκεκλεισμέναι καὶ εἶπαν μήποτε πρὸς δίφρους κάθηται ἐν τῇ ἀποχωρήσει τοῦ κοιτῶνος

25. καὶ προσέμειναν αἰσχυνόμενοι καὶ ἰδοὺ οὐκ ἦν ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν καὶ ἰδοὺ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς

26. καὶ Aωδ διεσώθη ἕως ἐθορυβοῦντο καὶ οὐκ ἦν προσνοῶν αὐτῷ καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς *σει+ρωθα

27. καὶ ἐγένετο ἡνίκα ἦλθεν καὶ ἐσάλπισεν κερατίνῃ ἐν ὄρει Eφραιμ καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Iσραηλ καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν

28. καὶ εἶπεν πρὸς αὐτούς καταβαίνετε ὀπίσω μου ὅτι παρέδωκεν κύριος θεὸς τοὺς ἐχθροὺς ὑμῶν τὴν *μωαβ ἐν χειρὶ ὑμῶν καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Iορδάνου τῆς *μωαβ καὶ οὐκ ἀφῆκαν ἄνδρα διαβῆναι

29. καὶ ἐπάταξαν τὴν *μωαβ ἐν τῷ καιρῷ ἐκείνῳ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν πάντας τοὺς μαχητὰς τοὺς ἐν αὐτοῖς καὶ πάντα ἄνδρα δυνάμεως καὶ οὐ διεσώθη ἀνήρ

30. καὶ ἐνετράπη *μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ τὴν χεῖρα Iσραηλ καὶ ἡσύχασεν γῆ ὀγδοήκοντα ἔτη καὶ ἔκρινεν αὐτοὺς Aωδ ἕως οὗ ἀπέθανεν

31. καὶ μετὰ τοῦτον ἀνέστη *σαμεγαρ υἱὸς Aναθ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐκτὸς μόσχων τῶν βοῶν καὶ ἔσωσεν αὐτὸς τὸν Iσραηλ















Parse Information
Hover over the lovely Greek words to see parse information.