NT James 4
Widgets to be programmed here




1. Πόθεν τόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; ἐπιθυμεῖτε,

2.  καὶ οὐκ ἔχετε: φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν: μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε

3.  διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς: αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. μοιχαλίδες,

4.  οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστίν; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.

5.  ἢ δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα

6.  ὃ κατῴκισεν ἐν ἡμῖν; μείζονα δὲ δίδωσιν χάριν:, διὸ λέγει θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς

7.  δὲ δίδωσιν χάριν. Ὑποτάγητε οὖν τῷ θεῷ: ἀντίστητε δὲ τῷ διαβόλῳ,

8.  καὶ φεύξεται ἀφ' ὑμῶν: ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγίσει ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.

9.  ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε: γέλως ὑμῶν εἰς πένθος μετατραπήτω

10.  καὶ χαρὰ εἰς κατήφειαν: ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς.

11.  Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί: καταλαλῶν ἀδελφοῦ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον: εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.

12.  εἷς ἔστιν νομοθέτης καὶ κριτής, δυνάμενος σῶσαι καὶ ἀπολέσαι: σὺ δὲ τίς εἶ, κρίνων τὸν πλησίον;

13. Ἄγε νῦν οἱ λέγοντες Σήμερον αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ

14.  ἐμπορευσόμεθα καὶ κερδήσομεν: οἵτινες οὐκ ἐπίστασθε τῆς αὔριον ποία ζωὴ ὑμῶν: ἀτμὶς γάρ ἐστε πρὸς ὀλίγον φαινομένη,

15.  ἔπειτα καὶ ἀφανιζομένη: ἀντὶ τοῦ λέγειν ὑμᾶς Ἐὰν κύριος θέλῃ, καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἐκεῖνο.

16.  νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονίαις ὑμῶν: πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.

17.  εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστίν.















Parse Information
Hover over the lovely Greek words to see parse information.