LXX Exodus 15
Widgets to be programmed here




1. τότε ᾖσεν *μωυσῆς καὶ οἱ υἱοὶ Iσραηλ τὴν ᾠδὴν ταύτην τῷ θεῷ καὶ εἶπαν λέγοντες ᾄσωμεν τῷ κυρίῳ ἐνδόξως γὰρ δεδόξασται ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλαςαν

2. βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν οὗτός μου θεός καὶ δοξάσω αὐτόν θεὸς τοῦ πατρός μου καὶ ὑψώσω αὐτόν

3. κύριος συντρίβων πολέμους κύριος ὄνομα αὐτῷ

4. ἅρματα *φαραω καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλαςαν ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάςῃ

5. πόντῳ ἐκάλυψεν αὐτούς κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος

6. δεξιά σου κύριε δεδόξασται ἐν ἰσχύι δεξιά σου χείρ κύριε ἔθραυσεν ἐχθρούς

7. καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους ἀπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην

8. καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάςης

9. εἶπεν ἐχθρός διώξας καταλήμψομαι μεριῶ σκῦλα ἐμπλήσω ψυχήν μου ἀνελῶ τῇ μαχαίρῃ μου κυριεύσει χείρ μου

10. ἀπέστειλας τὸ πνεῦμά σου ἐκάλυψεν αὐτοὺς θάλαςα ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ

11. τίς ὅμοιός σοι ἐν θεοῖς κύριε τίς ὅμοιός σοι δεδοξασμένος ἐν ἁγίοις θαυμαστὸς ἐν δόξαις ποιῶν τέρατα

12. ἐξέτεινας τὴν δεξιάν σου κατέπιεν αὐτοὺς γῆ

13. ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον ὃν ἐλυτρώσω παρεκάλεσας τῇ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου

14. ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν ὠδῖνες ἔλαβον κατοικοῦντας *φυλιστιιμ

15. τότε ἔσπευσαν ἡγεμόνες Eδωμ καὶ ἄρχοντες *μωαβιτῶν ἔλαβεν αὐτοὺς τρόμος ἐτάκησαν πάντες οἱ κατοικοῦντες *χανααν

16. ἐπιπέσοι ἐπ' αὐτοὺς φόβος καὶ τρόμος μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν ἕως ἂν παρέλθῃ λαός σου κύριε ἕως ἂν παρέλθῃ λαός σου οὗτος ὃν ἐκτήσω

17. εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου εἰς ἕτοιμον κατοικητήριόν σου κατειργάσω κύριε ἁγίασμα κύριε ἡτοίμασαν αἱ χεῖρές σου

18. κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ἔτι

19. ὅτι εἰσῆλθεν ἵππος *φαραω σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς θάλαςαν καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς κύριος τὸ ὕδωρ τῆς θαλάςης οἱ δὲ υἱοὶ Iσραηλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάςης

20. λαβοῦσα δὲ *μαριαμ προφῆτις ἀδελφὴ Aαρων τὸ τύμπανον ἐν τῇ χειρὶ αὐτῆς καὶ ἐξήλθοσαν πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς μετὰ τυμπάνων καὶ χορῶν

21. ἐξῆρχεν δὲ αὐτῶν *μαριαμ λέγουσα ᾄσωμεν τῷ κυρίῳ ἐνδόξως γὰρ δεδόξασται ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλαςαν

22. ἐξῆρεν δὲ *μωυσῆς τοὺς υἱοὺς Iσραηλ ἀπὸ θαλάςης ἐρυθρᾶς καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον *σουρ καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιεῖν

23. ἦλθον δὲ εἰς *μερρα καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ *μερρας πικρὸν γὰρ ἦν διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου πικρία

24. καὶ διεγόγγυζεν λαὸς ἐπὶ *μωυσῆν λέγοντες τί πιόμεθα

25. ἐβόησεν δὲ *μωυσῆς πρὸς κύριον καὶ ἔδειξεν αὐτῷ κύριος ξύλον καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ καὶ ἐγλυκάνθη τὸ ὕδωρ ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις καὶ ἐκεῖ ἐπείρασεν αὐτὸν

26. καὶ εἶπεν ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Aἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ ἐγὼ γάρ εἰμι κύριος ἰώμενός σε

27. καὶ ἤλθοσαν εἰς Aιλιμ καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα















Parse Information
Hover over the lovely Greek words to see parse information.