LXX Job 32
Widgets to be programmed here




1. ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Iωβ ἦν γὰρ Iωβ δίκαιος ἐναντίον αὐτῶν

2. ὠργίσθη δὲ Eλιους τοῦ *βαραχιηλ *βουζίτης ἐκ τῆς συγγενείας Ραμ τῆς Aυσίτιδος χώρας ὠργίσθη δὲ τῷ Iωβ σφόδρα διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον κυρίου

3. καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Iωβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ

4. Eλιους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν Iωβ ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις

5. καὶ εἶδεν Eλιους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ

6. ὑπολαβὼν δὲ Eλιους τοῦ *βαραχιηλ *βουζίτης εἶπεν νεώτερος μέν εἰμι τῷ χρόνῳ ὑμεῖς δέ ἐστε πρεσβύτεροι διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην

7. εἶπα δὲ ὅτι χρόνος ἐστὶν λαλῶν ἐν πολλοῖς δὲ ἔτεσιν οἴδασιν σοφίαν

8. ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς πνοὴ δὲ παντοκράτορός ἐστιν διδάσκουσα

9. οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί οὐδ' οἱ γέροντες οἴδασιν κρίμα

10. διὸ εἶπα ἀκούσατέ μου καὶ ἀναγγελῶ ὑμῖν οἶδα

11. ἐνωτίζεσθέ μου τὰ ῥήματα ἐρῶ γὰρ ὑμῶν ἀκουόντων ἄχρι οὗ ἐτάσητε λόγους

12. καὶ μέχρι ὑμῶν συνήσω καὶ ἰδοὺ οὐκ ἦν τῷ Iωβ ἐλέγχων ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν

13. ἵνα μὴ εἴπητε εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι

14. ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα

15. ἐπτοήθησαν οὐκ ἀπεκρίθησαν ἔτι ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους

16. ὑπέμεινα οὐ γὰρ ἐλάλησαν ὅτι ἔστησαν οὐκ ἀπεκρίθησαν

17. ὑπολαβὼν δὲ Eλιους λέγει

18. πάλιν λαλήσω πλήρης γάρ εἰμι ῥημάτων ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός

19. δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς

20. λαλήσω ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη

21. ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ

22. οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον εἰ δὲ μή καὶ ἐμὲ σῆτες ἔδονται















Parse Information
Hover over the lovely Greek words to see parse information.