LXX Micah 1
Widgets to be programmed here




1. καὶ ἐγένετο λόγος κυρίου πρὸς *μιχαιαν τὸν τοῦ *μωρασθι ἐν ἡμέραις Iωαθαμ καὶ Aχαζ καὶ Eζεκιου βασιλέων Iουδα ὑπὲρ ὧν εἶδεν περὶ *σαμαρείας καὶ περὶ Iερουσαλημ

2. ἀκούσατε λαοί λόγους καὶ προσεχέτω γῆ καὶ πάντες οἱ ἐν αὐτῇ καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ

3. διότι ἰδοὺ κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς

4. καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει

5. διὰ ἀσέβειαν Iακωβ πάντα ταῦτα καὶ διὰ ἁμαρτίαν οἴκου Iσραηλ τίς ἀσέβεια τοῦ Iακωβ οὐ *σαμάρεια καὶ τίς ἁμαρτία οἴκου Iουδα οὐχὶ Iερουσαλημ

6. καὶ θήσομαι *σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω

7. καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν διότι ἐκ μισθωμάτων πορνείας συνήγαγεν καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν

8. ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει πορεύσεται ἀνυπόδετος καὶ γυμνή ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων

9. ὅτι κατεκράτησεν πληγὴ αὐτῆς διότι ἦλθεν ἕως Iουδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου ἕως Iερουσαλημ

10. οἱ ἐν *γεθ μὴ μεγαλύνεσθε οἱ ἐν Aκιμ μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα γῆν καταπάσασθε κατὰ γέλωτα ὑμῶν

11. κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς οὐκ ἐξῆλθεν κατοικοῦσα *σεννααν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης

12. τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Iερουσαλημ

13. ψόφος ἁρμάτων καὶ ἱππευόντων κατοικοῦσα *λαχις ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστιν τῇ θυγατρὶ *σιων ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Iσραηλ

14. διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας *γεθ οἴκους ματαίους εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Iσραηλ

15. ἕως τοὺς κληρονόμους ἀγάγω σοι κατοικοῦσα *λαχις κληρονομία ἕως Oδολλαμ ἥξει δόξα τῆς θυγατρὸς Iσραηλ

16. ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ















Parse Information
Hover over the lovely Greek words to see parse information.