LXX Numbers 9
Widgets to be programmed here




1. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν ἐν τῇ ἐρήμῳ *σινα ἐν τῷ ἔτει τῷ δευτέρῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς Aἰγύπτου ἐν τῷ μηνὶ τῷ πρώτῳ λέγων

2. εἰπὸν καὶ ποιείτωσαν οἱ υἱοὶ Iσραηλ τὸ πασχα καθ' ὥραν αὐτοῦ

3. τῇ τεςαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν ποιήσεις αὐτὸ κατὰ καιρούς κατὰ τὸν νόμον αὐτοῦ καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό

4. καὶ ἐλάλησεν *μωυσῆς τοῖς υἱοῖς Iσραηλ ποιῆσαι τὸ πασχα

5. ἐναρχομένου τῇ τεςαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἐν τῇ ἐρήμῳ τοῦ *σινα καθὰ συνέταξεν κύριος τῷ *μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Iσραηλ

6. καὶ παρεγένοντο οἱ ἄνδρες οἳ ἦσαν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου καὶ οὐκ ἠδύναντο ποιῆσαι τὸ πασχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ προσῆλθον ἐναντίον *μωυσῆ καὶ Aαρων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ

7. καὶ εἶπαν οἱ ἄνδρες ἐκεῖνοι πρὸς αὐτόν ἡμεῖς ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου μὴ οὖν ὑστερήσωμεν προσενέγκαι τὸ δῶρον κυρίῳ κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Iσραηλ

8. καὶ εἶπεν πρὸς αὐτοὺς *μωυσῆς στῆτε αὐτοῦ καὶ ἀκούσομαι τί ἐντελεῖται κύριος περὶ ὑμῶν

9. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων

10. λάλησον τοῖς υἱοῖς Iσραηλ λέγων ἄνθρωπος ἄνθρωπος ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου ἐν ὁδῷ μακρὰν ὑμῖν ἐν ταῖς γενεαῖς ὑμῶν καὶ ποιήσει τὸ πασχα κυρίῳ

11. ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῇ τεςαρεσκαιδεκάτῃ ἡμέρᾳ τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτό ἐπ' ἀζύμων καὶ πικρίδων φάγονται αὐτό

12. οὐ καταλείψουσιν ἀπ' αὐτοῦ εἰς τὸ πρωὶ καὶ ὀστοῦν οὐ συντρίψουσιν ἀπ' αὐτοῦ κατὰ τὸν νόμον τοῦ πασχα ποιήσουσιν αὐτό

13. καὶ ἄνθρωπος ὃς ἐὰν καθαρὸς καὶ ἐν ὁδῷ μακρᾷ οὐκ ἔστιν καὶ ὑστερήσῃ ποιῆσαι τὸ πασχα ἐξολεθρευθήσεται ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς ὅτι τὸ δῶρον κυρίῳ οὐ προσήνεγκεν κατὰ τὸν καιρὸν αὐτοῦ ἁμαρτίαν αὐτοῦ λήμψεται ἄνθρωπος ἐκεῖνος

14. ἐὰν δὲ προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ἐν τῇ γῇ ὑμῶν καὶ ποιήσει τὸ πασχα κυρίῳ κατὰ τὸν νόμον τοῦ πασχα καὶ κατὰ τὴν σύνταξιν αὐτοῦ ποιήσει αὐτό νόμος εἷς ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ καὶ τῷ αὐτόχθονι τῆς γῆς

15. καὶ τῇ ἡμέρᾳ ἐστάθη σκηνή ἐκάλυψεν νεφέλη τὴν σκηνήν τὸν οἶκον τοῦ μαρτυρίου καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί

16. οὕτως ἐγίνετο διὰ παντός νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἶδος πυρὸς τὴν νύκτα

17. καὶ ἡνίκα ἀνέβη νεφέλη ἀπὸ τῆς σκηνῆς καὶ μετὰ ταῦτα ἀπῆραν οἱ υἱοὶ Iσραηλ καὶ ἐν τῷ τόπῳ οὗ ἂν ἔστη νεφέλη ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Iσραηλ

18. διὰ προστάγματος κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Iσραηλ καὶ διὰ προστάγματος κυρίου ἀπαροῦσιν πάσας τὰς ἡμέρας ἐν αἷς σκιάζει νεφέλη ἐπὶ τῆς σκηνῆς παρεμβαλοῦσιν οἱ υἱοὶ Iσραηλ

19. καὶ ὅταν ἐφέλκηται νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους καὶ φυλάξονται οἱ υἱοὶ Iσραηλ τὴν φυλακὴν τοῦ θεοῦ καὶ οὐ μὴ ἐξάρωσιν

20. καὶ ἔσται ὅταν σκεπάσῃ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς διὰ φωνῆς κυρίου παρεμβαλοῦσιν καὶ διὰ προστάγματος κυρίου ἀπαροῦσιν

21. καὶ ἔσται ὅταν γένηται νεφέλη ἀφ' ἑσπέρας ἕως πρωὶ καὶ ἀναβῇ νεφέλη τὸ πρωί καὶ ἀπαροῦσιν ἡμέρας νυκτός

22. μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπ' αὐτῆς παρεμβαλοῦσιν οἱ υἱοὶ Iσραηλ καὶ οὐ μὴ ἀπάρωσιν

23. ὅτι διὰ προστάγματος κυρίου ἀπαροῦσιν τὴν φυλακὴν κυρίου ἐφυλάξαντο διὰ προστάγματος κυρίου ἐν χειρὶ *μωυσῆ















Parse Information
Hover over the lovely Greek words to see parse information.